7. Ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά.
9. Σύγκειται πάλιν ἐνταῦθα δύο σημεῖα τῶν Ἱπποκράτους
10. εἰρημένων πονηρῶν. ἐμάθομεν γὰρ ἐν τῷ καθόλου
11. διδάσκοντος καὶ τὰς ἀκράτους τῶν χυμῶν κενώσεις μοχθηρὰς
12. καὶ πᾶσαν ἄσην ἐν νόσοις. οὐ μόνον οὖν ἐμέσματα
13. ἄκρητα, ἀσώδη, πονηρὰ, ἀλλὰ καὶ διαχωρήματα καὶ πτύσματα
14. καὶ οὖρα καὶ ὁτιοῦν ἄλλο.