17. Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν;
1. Ἀπορίαν ἡμῖν ἡ ῥῆσις κινεῖ διὰ τὸ μὴ σαφῶς εἰρῆσθαι
2. τὸ σημαινόμενον ἐκ τῆς κάρου φωνῆς. ὅταν οὖν ἐν
3. οἴνου πόσει πλείονι κεκαρωμένον τινὰ λέγωμεν, ὥσπερ ὁ
4. Πλάτων ἐπὶ τοῦ Πώρου κατὰ τὸ συμπόσιον εἶπεν, οὐδεμίαν
5. ἐνδεικνύμεθα νοσώδη διάθεσιν. ὃ δ’ ἂν εἴποιέ τις ἑρμηνεύων
6. λόγῳ μακροτέρῳ βαθὺν καὶ δυσέγερτον ὕπνον κάρος
7. ἐνταῦθα φαίνεται σημαίνειν οὐ χρηστόν. ἀλλὰ καὶ ζήτησις
8. οὐ σμικρὰ γέγονε περὶ τοῦ νοσώδους κάρου πότερον τὴν
9. αὐτὴν κατὰ γένος αἰτίαν ἔχων τῷ διὰ τὸν οἶνον κάρῳ τὸ
10. δύσλυτον προσείληφεν ἢ γένος ἕτερόν ἐστι τῆς αἰτίας. εἰκότως
11. οὖν ἀπορεῖ περὶ τοῦ κάρου ζητῶν εἴτε παντελῶς
12. εἶναι χρὴ νομίζειν κακὸν εἴτε ποτὲ καὶ ἀγαθὸν καὶ μέσον
13. ἀγαθῶν τε καὶ κακῶν. ἐὰν γὰρ ὁ βαθύς τε καὶ δυσδιέγερτος·
14. ὕπνος ἀκούηται κάρος, οὐκ ἔχοντος ἑτέραν τῷ γένει
15. διάθεσιν τοῦ νοσώδους κάρου, γένοιτ’ ἄν ποτε ἀγαθὸν αἴτιόν
16. τε καὶ σημεῖον ὁ κάρος. ἑωράκαμεν οὖν ἐπ’ ἐνίων ἀῤῥώστων
17. ἠγρυπνηκότων ἐφεξῆς ἡμέραις τρισὶν ἢ τέτταρσι
1. δυσδιέγερτον ὕπνον γενόμενον, ὡς ὅλης ἡμέρας τε καὶ νυκτὸς
2. ὠφελήσαντα μεγάλως. ἐπὶ δὲ παιδίων εἶδον πολλάκις
3. οὐ μιᾶς μόνον, ἀλλὰ καὶ δυοῖν ἡμερῶν ἐφεξῆς ἐπ’ ὠφελείᾳ
4. μεγάλῃ γενόμενον τοιοῦτον. ἐὰν δ’ ἑτέρα τῷ γένει διάθεσις
5. εἴη τοῦ νοσώδους κάρου, διαφέρειν μὲν ἐροῦμεν ὕπνον βαθὺν
6. τοῦ κάρου, τὸ δὲ καρῶδες πανταχοῦ κακὸν εἶναι. δεδειγμένου
7. δ’ ἡμῖν ἐγρήγορσι μὲν γίνεσθαι διά τε ξηρότητα
8. καὶ θερμότητα τοῦ πρώτου αἰσθητικοῦ μορίου, τουτέστι
9. τοῦ ἐγκεφάλου, τὸν δ’ ὕπνον ἐπὶ τοῖς ἐναντίοις, ὅταν
10. ὑπὸ πλήθους ὑγροῦ χρηστοῦ βαρύνηται τὸ σῶμα, καθάπερ
11. ἐν ταῖς μέθαις ὕπνος ἐστὶ βαθὺς, ὃν ἔξεστι τῷ βουλομένῳ
12. κάρον ὀνομάζειν. ὁμολογηθείσης δὲ τῆς διαθέσεως ἐν ὀνόματι
13. μόνον ἡ διαφωνία γίνεται. ὅταν δ’ ὑπὸ φλέγματος ὁ
14. ἐγκέφαλος ὑγρανθῇ καὶ ψυχθῇ, τὸ κατὰ τὰς ληθαργικὰς
15. διαθέσεις ἔσται κῶμα καὶ καλεῖν ἔξεστι τῷ βουλομένῳ καὶ
16. τοῦτο κάρον. ἔνιοι δ’ ὅταν ἀκίνητος καὶ ἀναίσθητος ὁ ἄνθρωπος
1. ἐπὶ χρόνον τινὰ γένηται, κἂν νύττῃς αὐτὸν, κἂν
2. πλήττῃς, κἂν ἐκβοᾷς, ὀνομάζουσι κάρον, ὁποῖος ἐνίοις γίνεται
3. τῶν πληγέντων σφοδρῶς τὴν κεφαλὴν κατὰ τοὺς κροταφίτας
4. μῦς. ὁρᾶται δὲ πολλάκις ἡμῖν καὶ κατὰ τὰς πυρετώδεις
5. νόσους ἐν ἐπισημασίαις, καθ’ ἃς οὔτε νυττόντων
6. οὔτε θλώντων οἱ κάμνοντες αἰσθάνονται καὶ πολλῷ μᾶλλον
7. βοώντων. ἐὰν οὖν τις τὸ μὲν τοιοῦτον πάθημα κάρον ὀνομάζει,
8. τὴν δὲ δυσδιέγερτον κατάστασιν κῶμά τε καὶ καταφοράν·
9. τὸ δὲ τρίτον ἐπ’ αὐτοῖς, ὑπὲρ οὗ πρῶτον διῆλθον,
10. ὕπνον βαθύν· οὔτε κῶμά ποτε ἀγαθὸν οὔτε πολὺ μᾶλλον
11. αὐτὸν τὸν κάρον λέγεσθαι χρή. ἐὰν οὖν δή τις ἀμφισβητῇ
12. περὶ τῶν εἰρημένων διαθέσεων, ἑτέροις γίνεσθαι λέγων
13. αὐτὰς ἢ οὐχ, ὡς ἐγὼ νῦν λέγω, ἐν πράγματι οὐ διαφωνήσει,
14. συγχωρῶν δὲ ὡς εἴρηται γίγνεσθαι, τοῖς ὀνόμασιν ἑτέρως
15. χρώμενος, ἐν τούτοις μόνον ἡμῖν διενεχθήσεται.