18. Μετὰ ῥίγεος ἄγνοια κακόν. κακὸν δὲ καὶ λήθη.
1. Εἴτε μετὰ ῥίγεος γεγραμμένον εἴη, ὡς γενικὴν δηλοῦσθαι
2. πτῶσιν, εἴτε μετὰ ῥῖγος, ὡς αἰτιατικὴν, ἐγγὺς ἀλλήλων
3. εἰσὶν αἱ διάνοιαι τῶν λόγων ἑκατέρων, νενικῆσθαι γὰρ
4. δηλοῖ τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς κατὰ τὸ σύμπτωμα
5. ψύξεως ἡ μετὰ ῥίγους ἄγνοια καὶ λήθη. ἐμάθομεν γὰρ
6. ὅτι καὶ τὸ μὴ γνωρίζειν τοὺς συνήθεις καὶ τὸ μὴ μεμνῆσθαι
7. τῶν πεπραγμένων ἐπὶ τῇ κατὰ τὸν ἐγκέφαλον γίνεται
8. ψύξει καὶ πρόδηλον, ὡς ἑκάτερον καὶ καθ’ ἑαυτὸ μοχθηρόν
9. ἐστι σύμπτωμα καὶ εἰ ἄμφω γένηται, διπλασίως ἄτοπον.