2. Οἱ ἐκ καταψύξεως ἱδρώδεες ἀναθερμαινόμενοι κακόν· ἐπὶ
3. τούτοις ἐν πλευροῖς καῦμα ὀδυνῶδες καὶ τὸ ἐπιῤῥιγῶσαι
4. κακόν.
6. Ἀναθερμαινομένους ἀκοῦσαι νῦν χρὴ τοὺς ἀναπυρέττοντας.
7. ἔστι δὲ ὁ λόγος τοιοῦτος, ἐὰν ἱδρώσας τις ἐν νόσῳ
8. ψυχρότερος μὲν ἐν τῷ παραχρῆμα γένηται τοῦ κατὰ φύσιν,
9. ἀναπυρέξῃ δ’ αὖθις, οὐκ ἀκινδύνως διάκειται. τοῦτο μὲν
10. οὖν ὅτι καὶ αὐτὸ κακόν ἐστι πρόδηλον παντί. συνάπτει
11. δ’ αὐτῷ καθάπερ ἐπ’ ἄλλων συμπτώματά τινα, διαφερούσαις
12. ἑπόμενα διαθέσεσι. τὸ γὰρ ἐν τῇ πλευρᾷ καῦμα
13. ὀδυνῶδες σημεῖόν ἐστι τῆς ἐν ἐκείνῳ τῷ μορίῳ φλεγμονῆς,
14. δι’ ἣν ἂν ἐπύρεξεν. ἐὰν δὲ καὶ ῥῖγος αὐτοῖς ἐπιγένηται,
15. καὶ διαπυῆσαι προσδόκα τὴν φλεγμονήν. ὥσπερ δὲ ἐπὶ
16. πλευρᾷ φλεγμαινούσῃ δυνατὸν ἀναπυρέξαι τὸν ἄνθρωπον,
17. οὕτω καὶ διὰ πνεύμονα καὶ δι’ ἧπαρ ἢ κοιλίαν ἢ ὁτιοῦν
1. ἄλλο. μερικὸς οὖν καὶ αὐτὸς ὁ λόγος καὶ οὐ καθόλου καὶ
2. μέντοι καὶ μετὰ σύνθεσιν οὐχ ὁμοιογενῶν σημείων.