Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.67, ed. Kühn, 1829, vol. 16, p. 650-651. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.67


5. Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια καὶ τὸ φλογῶδες
6. ἐν προσώπῳ μεθ’ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ
7. τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.

9. Εἴτε καυματώδεα γεγραμμένον εἴη τῆς πρώτης
10. συλλαβῆς διὰ τοῦ α καὶ υ γεγραμμένης, εἴτε κωματώδεα
11. διὰ τοῦ ω, χαλεπὴν ἑκάτερον ἐνδείκνυται τὴν διάθεσιν.
12. ἐν γὰρ τῷ καθόλου περὶ ῥίγους ἐγνωκότας χρὴ μεμνῆσθαι
13. διὰ παντὸς ὡς ἐν μὲν τριταίῳ καὶ τεταρταίῳ
14. γινόμενον οἰκεῖόν ἐστι σύμπτωμα τῶν τοιούτων πυρετῶν, ἐν
15. νόσοις δὲ ἐπιφαινόμενον, ἐὰν μὴ κρίσιν ἐπενέγκῃ, κάκιστον.
16. ἔμαθες γὰρ ὡς τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα,
17. τὰ δὲ δύσκριτα. πάλιν καὶ τούτῳ συνῆψεν ἕτερα
18. συμπτώματα διαθέσεων οὐκ ἀναγκαίων ἅμα ῥίγει γίγνεσθαι.
1. λέλεκται δὲ καὶ πρόσθεν ὡς ὅσῳ περ ἂν πλείονα συμπτώματα
2. κινδυνώδη περὶ τὸν ἄνθρωπον γίγνηται, τὴν ἐν αὐτῷ
3. πρόῤῥησιν ἀξιοπιστοτέραν ἐργάζεται τοῖς ἰατροῖς, ὥσπερ
4. εἰ καὶ τῶν σωτηρίων σημείων πολλὰ φαίνοιτο· καὶ γὰρ καὶ
5. οὕτω βεβαιοτέρα ἡ τῆς σωτηρίας ἐλπίς. ἴσμεν δ’ ὅτι καὶ
6. χωρὶς τοῦ ῥίγους τὸ φλογῶδες ἐν προσώπῳ μεθ’ ἱδρῶτος
7. κακόν ἐστι σημεῖον, ἓν γάρ τι τῶν κρισίμων καὶ ὁ ἱδρώς
8. ἐστιν. ὅταν οὖν μὴ κρίνῃ, τὴν κακοήθειαν ἐνδείκνυται τοῦ
9. νοσήματος, ἐπὶ τούτοις δὲ καταψυχθέντων τῶν ὀπίσω,
10. σπασμὸν οὐκ ἄν τις ἀλόγως ἐλπίσειεν, ὅτι καὶ τὰ μέρη νευρώδη
11. καὶ ἡ ψύξις σπασμοῦ ποιητική.

Cliquer un n° de page pour en afficher l’image