5. Ἐξ ὀσφύος ἀναδρομῆς ὀφθαλμοῦ ἴλλωσις κακόν.
7. Οὐδὲν ἄλλο νοῆσαι δυνατόν ἐστιν ἢ ὅτι τῶν κατ’ ὀσφὺν
8. ἀλγημάτων εἰς τὴν ἄνω χώραν μεταστάντων ἐγχωρεῖ καὶ
9. τὴν ἀρχὴν τῶν νεύρων παθεῖν, ἧς σύμπτωμά ἐστιν ἡ τῶν
10. ὀφθαλμῶν διαστροφή. τὰ γὰρ ἀπ’ ἐγκεφάλου λαμβάνοντα
11. μόρια τὴν τῶν νεύρων ἔκφυσιν οὐ νωτιαίου πάσχοντός τι
12. τοιοῦτον πάθος ἐνδεικτικὰ τῶν ἐν αὐτοῖς διαθέσεών ἐστιν.
13. ὅμοιος δὲ ὁ λόγος οὗτος ὑπάρχει τοῖς κατὰ τὸ προγνωστικὸν
14. ὧδέ πως εἰρημένοις· αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι
15. περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία ἢν τῶν φρενῶν
16. ἅπτωνται τὰ κάτω ἐκλείπουσαι, ὀλέθριον κάρτα.