2. Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι κακόν. ἐπιπυρεττήναντες
3. οὗτοι καυστικοὶ ὀξέως ἀποθνήσκουσιν.
5. Ἔμιξε πάλιν ἐνταῦθα διαθέσεων συμπτώματα
6. δυοῖν, ἡ μὲν γὰρ ἱδρυνθεῖσα, τουτέστι στηριχθεῖσα
7. δυσλύτως κατὰ τὸ στῆθος ὀδύνη, τὴν τοῦ θώρακος ἐνδείκνυται
8. φλεγμονήν. ἡ δὲ νωθρότης ὑγρότητα κατὰ τὸν
9. ἐγκέφαλον ἢ ψύξιν ἢ ἄμφω. δῆλον δὲ ὅτι κατὰ τοὺς τοιούτους
10. ἅπαντας λόγους μεμνῆσθαί σε χρὴ τοῦ συνδέσμου,
11. τοῦτο σημαινόμενον ἔχοντος, ὡς παραδιαζευκτικοῦ, οὐ μὴν
12. ἀναγκαῖόν γε τοὺς οὕτω πάσχοντας, καυστικοὺς ὀξέως γινομένους
13. ἀποθανεῖν, εἴ γε τὸ καυστικοὶ τὸ οἷον καυσώδεις
14. σημαίνει. τινὲς μέντοι νωθρότητα τὴν δυσκινησίαν τοῦ
15. σώματος ἤκουσαν· ὅπερ γὰρ εἴρηταί μοι πολλάκις ἐν ταῖς
16. ἀσαφέσι ῥήσεσιν, ὡς ἂν ἐθέλοι τις ἀκούειν ἔξεστιν.