2. Οἱ ἐπανεμέοντες μέλανα ἀπόσιτοι, παράφοροι, καθ’ ἥβην
3. μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ κεκλεισμένον, τούτους μὴ
4. φαρμακεύειν· ὀλέθριον γάρ.
6. Τὸ μὲν ὀλεθρίως ἔχειν ἅπαντας τούτους, ὅπερ ἐπὶ τῇ
7. τελευτῇ τῆς ῥήσεως εἴρηκεν, ἀληθές ἐστιν, ὥσπερ δή γε καὶ
8. τὸ μὴ δεῖν φαρμακεύειν αὐτοὺς, ὅπερ ἐστὶ καθαίρειν. ἐδείχθη
9. γὰρ ἤδη πολλάκις ἐπὶ τούτου λεγόμενον τὸ φαρμακεύειν,
10. ἀλλ’ ὅμοιός ἐστιν ὁ λόγος ὅδε τῷ τοιούτῳ λόγῳ. τοὺς τετρωμένους
11. καρδίαν οὐ χρὴ θεραπεύειν ἐπαγγέλλεσθαι, τεθνήξονται
12. γάρ. εἴτ’ οὖν ἕκαστον ὦν εἴρηκε κατὰ τὴν προκειμένην
13. ῥῆσιν αὐτὸ καθ’ αὑτό τις ἀκούσει, μοχθηρᾶς διαθέσεώς
14. ἐστι σημεῖον, εἴτε πολλὰ ἅμα, παραπλησίως ἂν εἴη
15. ὀλέθριον. τὸ γοῦν πρῶτον αὐτῶν εἰρημένον, τὸ ἐπανεμεῖν
16. μέλανα, τῶν ὀλεθριωτάτων ἐστὶ σημείων, εἰ καὶ χωρὶς τῶν
17. ἄλλων μόνον εἴη. ἐφεξῆς δὲ αὐτῷ γέγραπται τὸ ἀπόσιτοι,
18. τουτέστι τὸ ἀνόρεκτοι, πολύ γε μὴν ἧττον ἐκείνου κακὸν,
1. ὅμως γε μὴν κακὸν καὶ αὐτὸ, καθάπερ καὶ τὸ παράφοροι,
2. τουτέστι παρανοοῦντές τε καὶ παραπαίοντες. τὸ δὲ καθ’
3. ἥβην σμικρὰ ὀδυνώδεες οὐδὲ σαφές. ἐστι τῶν ἐξηγησαμένων
4. τὸ βιβλίον, οὐχ ὡσαύτως αὐτὸ νοησάντων. ἔνιοι μὲν
5. γὰρ διελόντες ἑκάτερον ἰδίᾳ, τὸ μὲν καθ’ ἥβην αὐτὸ, τὸ
6. κατὰ τὴν ἡβικὴν ἡλικίαν ἤκουσαν. τὸ δὲ σμικρὰ ὀδυνώδεες,
7. ἕν τι καὶ αὐτὸ τῶν συμπτωμάτων ὦν ἐποιήσατο κατάλογον.
8. ἔνιοι δὲ καὶ καθ’ ἥβην ὀδυνώδεες ἐπὶ τοῦ μέρους εἰρῆσθαί
9. φασιν, ἐν ᾧ καὶ ἡ κύστις κεῖται. βούλεται γὰρ αὐτὸς
10. ἐνδείξασθαι πεπονθέναι μὲν αὐτὴν μεγάλως, παραφόρους
11. δὲ ὄντας τῷ τοὺς πάσχοντας σμικρὰν αἴσθησιν ἔχειν
12. ἀπ’ ἀρχῆς αὐτῆς. ἐφεξῆς δὲ πάλιν ἄλλα δύο συμπτώματα
13. γράψας σαφῶς φρενιτικὰ, τό τε θρασὺ καὶ τὸ κεκλεισμένον
14. ὄμμα. δύο γάρ ἐστι ταῦτα, κἂν ἐφ’ ἑνὸς μορίου λέγηται·
15. δύναταί γε μὴν καθ’ ἑαυτὸ συστῆναι τὸ ἕτερον αὐτῶν μόνον,
16. ὥσπερ καὶ φαίνεται θρασὺ ποτὲ μὲν γινόμενον, οὐ μὴν
17. κεκλεισμένον γε τὸ ὄμμα, ποτὲ δὲ κεκλεισμένον μὲν, οὐ μὴν
18. καὶ θρασύ. τὸ γὰρ κεκλεῖσθαι συμβαίνει τοῖς κατ’ ὀφθαλμοὺς
1. βλεφάροις, ἤτοι διὰ τάσιν σπασμώδη τῶν κλειόντων
2. αὐτοὺς μυῶν ἢ δι’ ἀῤῥωστίαν τῶν ἀνοιγνύντων αὐτούς. τὸ
3. τοίνυν τοὺς οὕτως ἔχοντας ἐπιχειρεῖν φαρμανεύειν ἀμαθοῦς
4. ἐστι καὶ τελέως ἰδιώτου τέχνης ἰατρικῆς. οὐχ ὁ συμβουλεύων
5. οὖν μὴ φαρμακεύειν σοφὸς, οὐ μὴν οὐδὲ τὸ γνῶναι μέγα
6. τι τούτους ὀλεθρίως ἔχοντας. ὥστ’ οὐδὲν ἡμᾶς διδάσκει
7. θεώρημα τεχνικὸν ἡ ῥῆσις ἄξιον συγγράμματος ,
8. ὥσπερ κατὰ τοὺς ἀφορισμοὺς ἡμᾶς ἐδίδαξεν ἐν τῷ καθόλου
9. μὲν μία ῥῆσις, ἐν ᾗ φησιν· ἐν τοῖς ὀξέσι παθήμασιν ὀλιγάκις
10. καὶ ἐν ἀρχῇσι τῇσι φαρμακίῃσι χρέεσθαι. δεύτερον
11. δὲ καθ’ ἣν λέγει, τὰ ὀξέα φαρμακεύειν, ἢν ὀργᾷ, αὐθημερόν.
12. ἄξια γὰρ ἰατροῦ μεγάλου ταυτὶ, καθότι δέδεικται διὰ
13. τῆς ἐξηγήσεως αὐτῶν. τὰ δὲ νῦν εἰρημένα περιττά. καθαίρειν
14. γὰρ οὐδεὶς ἐπιχειρεῖ τοὺς οὕτω διακειμένους, ὡς ἡ
15. ῥῆσις ἐδήλωσε μετὰ τοῦ καὶ συνενδείκνυσθαι προήκοντος τοῦ
16. νοσήματος ταῦτα γίνεσθαι καὶ μὴ κατ’ ἀρχὰς ἡνίκα μόνον
17. τοῖς ὀξέσι τοῦ καθαίρειν ὁ καιρός.