2. Μηδὲ τοὺς ἐποιδέοντας, σκοτώδεας ἐν τῷ πλανᾶσθαι
3. ἐκλείποντας ἀποσίτους, ἀχρόους.
5. Ὥσπερ δεδιὼς ὁ τοῦ βιβλίου συγγραφεὺς εἰπεῖν τι
6. σαφὲς, οὕτως ἐπιτηδεύει πανταχοῦ τὰ κύρια καὶ σαφῆ τῶν
7. ὀνομάτων ὑπερβαίνων ἑτέροις χρῆσθαι. τοὺς γὰρ ἐν τῷ
8. πλανᾶσθαι ἐκλείποντας, εἴπερ τούτους βούλεται σημαίνειν,
9. τοὺς ὅσοι κἂν ἠρέμα κινοῦνται, λειποψυχοῦσιν ἰσχυρῶς
10. ἐνῆν αὐτὸν δι’ ὧν νῦν ὀνομάτων ἐγὼ λέγων ἐτύγχανον ἑρμηνεῦσαι
11. σαφῶς. ἔτι δὲ ἄμεινον εἰπεῖν οὕτως, ἐν τῷ καθόλου
12. τὸ πᾶσιν ἰατροῖς ὁμολογούμενον, οὐχ ἥκιστα δὲ καὶ
13. τοῖς ἰδιώταις γινωσκόμενον, ὡς οὐ χρὴ φαρμακεύειν τοὺς
14. ἀσθενῆ τὴν δύναμιν ἔχοντας. ὅσον μὲν γὰρ ἐπὶ τῷ οἰδαλέους
15. τε εἶναι καὶ σκοτώδεις, ὅπερ ἐστὶν ἐν ταῖς κινήσεσι
16. σκοτουμένους, δόξαιεν δεῖσθαι καθάρσεως οἱ κατὰ τὴν
1. προκειμένην δηλούμενοι ῥῆσιν. ὅσον δ’ ἐπὶ τῷ καταπεπτωκέναι
2. τὴν δύναμιν αὐτῶν οὐκ οἴσουσι τὴν κένωσιν.