5. Μηδὲ τοὺς ἐν πυρετῷ, εἰ κωματώδεες, κατακεκλιμένους, ὀλέθριοι
6. γάρ.
8. Τοὺς κατακεκλιμένους μᾶλλον ἐνταῦθα πάλιν εἰπεῖν εἵλετο
9. διὰ τὴν ἀσάφειαν, ἐπειδὴ σαφὲς ἦν, ἐκλύτους εἰπεῖν.
10. ὑποπεπτώκασι δ’ οὗτοι τῷ κοινῇ πᾶσι γινωσκομένῳ καθόλου
11. λόγῳ. τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ εἴρηκεν ὡς τοὺς
12. ἐκλύτους οὐ χρὴ καθαίρειν; ἐκ περιττοῦ τοίνυν τὸ εἰ κωματώδεις
13. πρόσκειται διττῶς γραφομένης τῆς πρώτης συλλαβῆς,
14. διά τε τοῦ κ καὶ ω καὶ διὰ τοῦ κ καὶ α καὶ υ.
15. ὅπου γὰρ ὡμολόγηται τὸ μηδ’ ἕνα τῶν ἐκλύτων φαρμακεύειν,
16. ἔξεστιν ἡμῖν τῶν παθῶν ἕκαστον προσάπτουσιν αὐτῷ
17. μυρίους ἐργάζεσθαι κατὰ μέρος λόγους.