2. Καρδίης πόνος ἅμα ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίῃ
3. κακόηθες καί τι ἀσθματῶδες. ἆρά γε ἐξαίφνης οὗτοι
4. τελευτῶσιν; ὡς ἐν Δυσώδει, τούτῳ καὶ οὖρα ἐζυμωμένα
5. ἐγένετο βιαίως ἐξέρυθρα.
7. Δῆλός ἐστιν ὡς ἐπὶ τῷ Δυσώδει ταῦτα εἶδε
8. γενόμενα, ζητεῖν εἴτε καθόλου περὶ αὐτῶν ἀποφήνασθαι
9. προσῆκεν εἴτε μή. λέλεκται δέ μοι περὶ τῶν τοιούτων
10. ἔμπροσθεν ἐπιδεικνύντι τὰ μὲν ἐπὶ μιᾷ διαθέσει γινόμενα
11. συμπτώματα προσηκόντως ἐφεξῆς ἀλλήλων διδάσκεσθαι, τὰ
12. δ’ ἐπὶ διαφερούσαις οὐκ ὀρθῶς συνάπτεσθαι, μηδεμιᾶς διδασκαλίας
13. τεχνικῆς ἐκ τῆς μίξεως αὐτῶν γινομένης. ἐπὶ
14. μέντοι τῶν νοσούντων τῶν χρησιμωτάτων ἐστὶν ἅπαντα
15. σκοπεῖσθαι καὶ μηδὲν παραλιπεῖν, ἅπερ ἀμφότερα πεποίηκεν
16. ὁ Ἱπποκράτης, ἐν μὲν τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς
17. τὰς προγνώσεις διὰ τῶν καθόλου ποιούμενος, ἐν
18. δὲ τοῖς τῶν ἐπιδημιῶν ἅπαντα γράφων τὰ συμβάντα τοῖς
1. ἀῤῥώστοις. ἔγκειται δέ τινα καὶ κατ’ αὐτὰ τὰ βιβλία τῶν
2. καθόλου χωρὶς ἀῤῥώστων διδασκόμενα. κατὰ μέντοι τὸ
3. προῤῥητικὸν τοῦτο σύγγραμμα πολλαχόθι συγκέχυται τὰ
4. τῆς διδασκαλίας τῶν φανέντων κατὰ τοὺς νοσοῦντας, ἁπάντων
5. εἰς μίαν ἀναγομένων συνδρομὴν, κἂν ἐπὶ διαθέσεσιν
6. ἑτερογενέσι γίνηται, καθάπερ καὶ νῦν ἐπὶ τοῦ Δυσώδους,
7. καρδίας πόνον εἰπὼν, τουτέστι στόματος τῆς γαστρὸς ἅμα
8. ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίαν, προσέθηκε τὸ ἀσθματῶδες.
9. εἶτα μετὰ ταῦτα ἐπὶ τῇ τελευτῇ καὶ οὖρα ἐζυμωμένα
10. βιαίως, πρόσκειται γὰρ τῷ λόγῳ καὶ τὸ βιαίως, ἵνα
11. κἀνταῦθα ζητῶμεν εἴτε βιαίως ἐζυμωμένα φησὶ γεγενημένα
12. τὰ οὖρα, τὸ βιαίως ἀντὶ τοῦ σφοδρῶς εἰπὼν, εἴτε προσυπακοῦσαι
13. δεῖ τὸ βιαίως τῷ οὐρούμενα, δηλοῦντος αὐτοῦ τὸ
14. μόγις καὶ μετὰ βίας οὐρεῖν. ἀλλὰ καὶ τὰ ἐζυμωμένα κατὰ
15. τὸν λόγον εἴρηται, μήτε κατὰ τὸ προγνωστικὸν γεγραμμένα
16. μήτε ἐν τοῖς τῶν ἐπιδημιῶν, εἴθ’ ὅταν ἅπαντα διεξέλθωμεν,
17. οὐδὲν ἡμῖν ἐστι πλέον. ὅμως δ’ οὖν, ἐπειδὴ κατέστημεν
18. ἐπὶ τὸ σαφηνίζειν αὐτὰ καὶ περὶ κῶν ἐζυμωμένων εἴπωμεν.
1. ὅταν τοίνυν κατὰ τῆς γῆς ὄξος ἐκχυθῇ δριμὺ, πνευματούμενον
2. αὐτίκα, συναναφέρει τινὰ τῆς γῆς αὐτῆς μόρια καὶ
3. γίνεταί τι σύνθετον ἔκ τε τῆς γεώδους οὐσίας καὶ τῆς ὑγρᾶς
4. τοῦ ὄξους καὶ τοῦ γεννηθέντος ἀτμώδους πνεύματος. ὅμοιον
5. δ’ αὐτῷ συμβαίνει, κἀπειδὰν καὶ μέλαινα χολὴ κατὰ τῆς
6. γῆς ἐκχυθῇ καὶ σαφῶς γε φαίνεται πνευματώδης τις κίνησις
7. ἐπ’ ἀμφοτέροις γινομένη παραπλησία τῇ κατὰ τὸ
8. ζέον γλεῦκος. ὅμοιον δέ τούτοις κἀπὶ τῶν ἐζυμωμένων ἄρτων
9. ὁσημέραι φαίνεται γινόμενον. ὅταν γὰρ ἀναμίξαντες
10. ὕδατι τὸ τῶν πυρῶν ἄλευρον μίξαντες αὐτῷ καὶ τὴν ζύμην
11. ἐῶσι διαφυσηθῆναι μετρίως, ἡ ζύμωσις φαίνεται γιγνομένη,
12. χεομένης τε ἅμα καὶ πνευματουμένης τῆς ζυμουμένης οὐσίας.
13. ὥστε καὶ τὰ ζυμούμενα τῶν οὔρων πάντως πάχος
14. μὲν ἔχειν χρὴ ἀξιόλογον, εἶτα τούτου βραχεῖάν τινα ζέσιν
15. ἐν ταὐτῷ καὶ κίνησιν λαβὸν τὸ πνευματῶδες, μείζονα τὸν
16. ὄγκον ἔχειν, οὗ κατὰ τὴν ἔκκρισιν εἶχεν. οὖρα δὲ ὅτι τοιαῦτα
17. γίνεται, τῶν ὠμῶν χυμῶν ταραχωδῶς κινουμένων, ἐν
18. τοῖς περὶ κρίσεων ἐμάθομεν. ὁ δ’ αὖ προῤῥηθεὶς ἄῤῥωστος
1. μετ’ οὐ πολὺ ἴσως ἐξαίφνης τελευτήσας ζήτησιν αὐτῷ παρέσχεν
2. εἴτε πάνιας χρὴ τοὺς οὕτως ἔχοντας ἐξαίφνης φάναι
3. τελευτᾶν εἴτε μή. πρόδηλον δὲ καὶ ὅπως ἡμᾶς ἀποκρίνασθαι
4. προσήκει τοῖς οὕτως ἐρωτῶσιν, ὡς ὁ γράψας εἶπεν,
5. ἆρά γε ἐξαίφνης οὗτοί γε τελευτῶσιν; ἀποκρινόμεθα γὰρ
6. ὡς εἰκάσαι μέν ἐστιν ἀποθανεῖν ἐξαίφνης αὐτὸν πνιγέντα.
7. τοῦτο γὰρ ἐκ τοῦ ἄσθματος δηλοῦται. τίς δ’ ἦν ἡ διάθεσις,
8. ἐφ’ οὗ τοῦτο γίνεται τὸ σύμπτωμα, μαντείας δεῖσθαι
9. μηδὲν εἰπόντος αὐτοῦ συγγραφέως. καὶ γὰρ ὑπό
10. τε πνεύματος καὶ φλέγματος κατενεχθέντος πολλοῦ διὰ τῆς
11. τραχείας ἀρτηρίας ἐκ κεφαλῆς εἰς τὰ τοῦ πνεύμονος βρογχία
12. καὶ μεταστάσεως εἰς αὐτὰ γενομένης ἐκ πλευρίτιδος, διά
13. τε πάθος ἕτερον, πύου πολλοῦ τὴν μεταξὺ χώραν τῶν δυοῖν
14. καταλαβόντος ὀργάνων, ἀσθματώδης ὀξεῖα γίνεται δύσπνοια,
15. πυκνουμένης τε πάνυ τῆς ἀναπνοῆς καὶ τοῦ θώρακος ἐπὶ
16. πολὺ διαστελλομένου. ὅταν οὖν τοιοῦτον γένηται δυσπνοίας
17. εἶδος, ἐρυθρὸν εἰκότως ἀποτελεῖται τὸ πρόσωπον. ὅπου
18. δὲ καὶ κεφαλαλγία σύνεστιν, οὐδὲν θαυμαστὸν ἐξέρυθρον
1. αὐτὸν γενέσθαι. πᾶσαι γὰρ αἱ κατὰ τὰ τοιαῦτα νοσήματα
2. κεφαλαλγίαι μετὰ θερμασίας πολλῆς εἰώθασι γίγνεσθαι.