5. Τραχήλου πόνος κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ
6. οἷς ἐκμανῆναι ἐλπίς.
8. Καὶ τοῦτο τῶν κατὰ μέρος ὂν ἔγραψεν ὡς καθόλου.
9. ὁ γὰρ πόνος, ἐὰν μὲν ἤτοι διὰ τὸ κακῶς ἔχειν τὸν ἐγκέφαλον
10. ἢ τὸν νωτιαῖον ἢ τὰς περὶ αὐτὸν μήνιγγας γίνηται,
11. μοχθηρόν ἐστι σημεῖον· ἐὰν δὲ τῶν ἔξωθεν περικειμένων
12. τῷ σπονδύλῳ σωμάτων, οὐ κακόν. ἐφ’ ὧν δὲ ἐλπὶς ἐκμανῆναι,
13. τί ἂν ἔτι χεῖρον σχοῖεν οὗτοι πάθος ἢ τοῦ ἐκμανῆναι;