6. Ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι, δύσφοροι,
7. οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.
9. Ἔνεστι καὶ μέχρι τοῦ δύσφοροι τὸ πρῶτον μέρος τῆς
10. ῥήσεως περιγράψαντα δεύτερον ἐπ’ αὐτῷ λόγον ποιήσασθαι
11. τὸ οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσι, ὡς εἰ καὶ
12. οὕτως εἶπεν, ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι,
13. δύσφοροί τέ εἰσι καὶ προσέτι σημαίνουσιν ἀπόληψιν,
14. ὅπερ ἐστὶν ἐπίσχεσιν οὔρου ἐπώδυνον. ἀλλ’ ἄμεινον ἐπὶ
15. πᾶσι τοῖς εἰρημένοις τὴν τῶν οὔρων ἐπίσχεσιν αὐτὸν εἰρηκέναι
16. σημαίνεσθαι. δῆλος γάρ ἐστιν ἑωρακώς τινα πεπονθότα
17. τὸν κατὰ τὴν ὀσφὺν νωτιαῖον ἢ τὰς ἀμφ’ αὐτὸν
1. μήνιγγας ἢ ἀμφότερον, κἄπειτα κατὰ συμπάθειαν οὔρων
2. ἀπόληψιν ἐπώδυνον ἐσχηκότα. πιθανὸν γὰρ καὶ τὰς ταχὺ
3. μεταπιπτούσας φρίκας τὰς δυσφόρους ἐπὶ φλεγμονῇ τῶν
4. εἰρημένων μορίων γίγνεσθαι.