7. Καὶ οἱ ἀσώδεες ἀνεμέτως παροξυνόμενοι κακοί.
9. Ἐχρῆν αὐτῷ προστεθῆναι πότερον ναυτιώδεις ὄντες
10. ἢ οὔ. τινὲς μὲν γὰρ οὐκ ἐμοῦσι ναυτιῶντες, ἔνιοι δὲ
11. ἀσώδεις ὄντες οὐδ’ ὅλως ἐναυτίασαν, οὓς καὶ δοκεῖ μοι διὰ
12. τῆς προκειμένης ῥήσεως ἐνδείκνυσθαι. διττῶς γὰρ γινομένων
13. ἀσωδῶν τῶν καμνόντων, ἕνα μὲν τρόπον, ὅταν ἡ δύναμις
14. ὑπὸ τοῦ σώματος βαρύνηται καὶ μηδὲν φέρῃ σχῆμα
15. ῥᾳδίως, ἕτερον δὲ ὅταν τὸ στόμα τῆς γαστρὸς ὑπὸ μοχθηρῶν
16. δάκνηται χυμῶν· οἱ πρότεροι μὲν ὀλεθρίως διάκεινται,
17. ναυτιώδεις δ’ εἰσὶν οἱ δεύτεροι.