2. Κατάψυξις μετὰ σκληρυσμοῦ σημεῖον ὀλέθριον.
4. Κατὰ διττὸν τρόπον σκληρύνεται τὰ σώματα, ποτὲ μὲν
5. διὰ βάθος ὅλα σφοδρῶς ψυχόμενα, ποτὲ δὲ ἰσχυρῶς ξηραινόμενα.
6. καὶ ἡ κατάψυξις δὲ, εἰ οὕτως εἴη βίαιος, ὡς ὅλα
7. δι’ ὅλων ψῦξαι τὰ σώματα καὶ σκληρῦναι, νεκρώσεώς ἐστι
8. σημεῖον. εἰ δὲ καὶ ξηρότητα προσλάβοι, κατ’ ἄμφω ἐστὶν
9. οὐκ ἀγαθὸν σημεῖον. ἐὰν μὲν οὖν ἐν μόναις ταῖς ἐπισημασίαις
10. γίγνοιτο τοῦτο, μετριώτερον ἐνδείκνυται τὸ κακὸν,
11. ἐὰν δὲ ἄχρι πολλοῦ, παραμένει μεῖζον, ἐὰν δὲ καὶ διὰ
12. παντὸς, ἐγγὺς ὁ θάνατος.