15. Ἀπὸ κοιλίης λεπτὰ μὴ αἰσθανομένῳ διιέναι, ἐόντι παρ’
16. ἑωυτῷ κακὸν, οἷον τῷ ἡπατικῷ.
18. Καλῶς ἐποίησεν αὐτὸς προσθεὶς οἷον τῷ ἡπατικῷ. καὶ
19. γὰρ ἡμεῖς ἱστορήσαμεν ἐνίοις τῶν ἡπατικῶν ἄδηκτα διαχωρήματα
1. λεπτὰ γιγνόμενα, καίτοι δακνόντων ὡς τὸ πολὺ
2. τῶν τοιούτων διαχωρημάτων. ἔοικεν οὖν ἐπ’ αὐτῶν ἢ μὴ
3. γεννᾶσθαι χολώδεις χυμοὺς, ἀῤῥωστίᾳ τῆς ἐν ἥπατι θερμασίας
4. ἢ μὴ καταῤῥεῖν εἰς τὰ ἔντερα. ἐὰν δὲ κυρίως
5. ἀκούσωμεν τοῦ μὴ αἰσθανομένῳ καὶ φῶμεν ἐπὶ τῶν ἀπροαιρέτως
6. ἐκκρινομένων τὸν λόγον αὐτοῦ γεγονέναι νῦν οὐ
7. περὶ τῶν ἀδήκτων, ἄτοπόν τι συμβήσεται. κατὰ διττὸν
8. γὰρ τρόπον ἀπροαιρέτως ἐκκρινόντων ἢ διὰ τὸ τὴν γνώμην
9. νοσεῖν ἢ δι’ ἀναισθησίαν τῶν μορίων, δι’ ὧν ἡ ἔκκρισις
10. γίγνεται. τὸ μὲν μὴ νοσεῖν τὴν γνώμην αὐτὸς ἐδήλωσεν
11. εἰπὼν, ἐόντι παρ’ ἑαυτῷ, τουτέστι κατανοοῦντι
12. καὶ σωφρονοῦντι. τὸ δ’ ὑπόλοιπον οὐ πιθανὸν ὑπολαβεῖν·
13. μάτην γὰρ ἔσται κατὰ τὸν λόγον εἰπὼν, ἐπὶ τῶν διαχωρημάτων
14. τὰ λεπτὰ τῶν ἀναισθήτων μορίων ἐπὶ πᾶσι τοῖς
15. διεξερχομένοις αὐτῶν, ἀναισθήτως ἐχόντων, οὐδ’ ἑνός τε
16. συμπτώματος ἄλλου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ὃ δύναται
17. νεύρων ἐνδείξασθαι πάθος. τὸ γὰρ οἷον τῷ ἡπατικῷ, τοῖς
18. μὲν ἄλλοις λεπτοῖς διαχωρήμασιν ἐζεῦχθαι δύναται νεύρων
1. ἐπενεγκεῖν βλάβην κατὰ συμπάθειαν οὐ δύναται διὰ τὸ μόνον
2. ἐγκεφάλῳ τε καὶ νωτιαίῳ τὰς τῶν νεύρων ἀποφύσεις
3. ὁρᾶσθαι συμπασχούσας. ἥπατι γὰρ οὐκ οἴδαμεν ἑπομένην
4. τὴν τοιαύτην συμπάθειαν, οὔτε ἡ φύσις ἐνδείκνυται τοῦ
5. σπλάγχνου νεύρων ἐλαχίστων μετέχοντος.