8. Τὰ μικρὰ ἐμέσματα χολώδεα κακὸν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνήσωσι·
9. μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον.
11. Ἐπὶ τῶν νοσούντων ἕν τι καὶ τοῦτο τῶν καθόλου μοχθηρῶν
12. ἐστι σημείων, ἀποκρίνεσθαι σμικρὰ εἶθ’ αἷμα διὰ
13. μυκτήρων εἴτε κάτω διὰ τῆς γαστρὸς εἴτε δι’ ἐμέτων ὁτιοῦν
14. περίττωμα. ταὐτὸ δὲ τοῦτο κἀπὶ τῶν ἱδρώτων ἐστὶ καὶ
15. τῶν διὰ μήτρας ἐκκρινομένων. οὐδὲν γὰρ τῶν κρισίμων
16. σμικρὸν ἐκκρίνεσθαι προσῆκεν, ἀλλὰ πάντα τὰ οὕτω κενούμενα
17. δυοῖν θάτερον, ἢ μὴ στεγόμενα, διὰ τὸ πλῆθος ἀποχεῖται
1. τῶν πεπονθότων μορίων ἢ τῆς φύσεως ἀσθένειαν
2. ἐνδείκνυται, προελομένης μὲν ἐκκρῖναι τὰ περιττὰ, μὴ δυνηθείσης
3. δέ. τοῦτο οὖν καθόλου γινώσκοντας ἐχρῆν τὰ κατὰ
4. μέρος ἐξ αὐτῶν ἐξευρίσκειν καὶ τοῦτ’ ἔστι τὸ νῦν εἰρημένον
5. ἐπὶ τῶν χολωδῶν. πρόσκειται δ’ αὐτῷ τῶν ἰδίων γνωρισμάτων
6. ἡ ἀγρυπνία, χολώδεσι μὲν ἑπομένη χυμοῖς, φλεγματώδεσι
7. δ’ οὐχ ἑπομένη. καταφοραὶ γὰρ ἐπὶ τῶν τοιούτων,
8. οὐκ ἀγρυπνίαι γίνονται. καὶ τοίνυν ὅταν μὲν ὀλίγον
9. ἐμῆταί τε φλεγματῶδες, μακρότερον δὲ καὶ βραδύτερον τοῦ
10. συνήθους ὑπνοῦντες φαίνωνται, τῶν καταφορικῶν τι νοσημάτων
11. προσδόκα, μεμνημένος τοῦδε τοῦ ἀφορισμοῦ, ὕπνος,
12. ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γιγνόμενα κακόν.