Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.82, ed. Kühn, 1829, vol. 16, p. 669-670. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.82


15. Αἷς ἐκ τόκου γε λευκὰ, ἐπιστάντα δ’ ἅμα πυρετῷ, κώφωσις
16. καὶ εἰς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.

1. Καὶ τὸ νῦν εἰρημένον, ὥσπερ καὶ τὸ πρὸ τούτου καὶ
2. ἄλλα πολλὰ τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων, ὑποπέπτωκε
3. καθολικοῖς θεωρήμασιν. οὐ μόνον γὰρ ἐπὶ λευκῶν
4. τῶν ἐπὶ τῷ τόκῳ κενουμένων, εἰ ἐπίστασις γένηται, μοχθηρόν
5. ἐστιν αἴτιον καὶ σημεῖον, ἀλλὰ καὶ ἐπὶ χολωδῶν
6. καὶ αὐτοῦ τοῦ αἵματος. ἡ γάρ τοι λοχία κάθαρσίς ἐστιν,
7. ἀλλὰ καὶ κατὰ τοὔνομα κάθαρσις τῶν ἀλλοτρίων, ἃ
8. κατὰ τὸν τῆς κυήσεως χρόνον ἠθροίσθη ἐν ταῖς φλεψὶ, δαπανωμένου
9. μὲν εἰς τροφὴν τῷ κυουμένῳ τοῦ κατ’ αὐτὰς
10. χρηστοῦ αἵματος, μένοντος δὲ τοῦ φαυλοτέρου, ὃ καθ’ ἕκαστον
11. μῆνα πρότερον ἐξεκρίνετο διὰ τῆς μήτρας. ὅταν οὖν
12. τοῦτο μὴ κενωθῇ, τεκούσης τῆς γυναικὸς, ἤτοι τὰς μήτρας
13. εἰς φλεγμονὴν ἐξαίρει μεγάλην ἢ πρός τινα τῶν ἀνωτέρω
14. τόπων ἐνεχθὲν οἰκεῖον τῷ δεξαμένῳ, τό τε πάθος ἐπιφέρει
15. καὶ τὸν κίνδυνον, ἐς ὅ τι δὲ διήκει, διὰ τῶν ἐπιφαινομένων
16. συμπτωμάτων εἴσῃ, καθάπερ καὶ νῦν ὅ τε θώραξ καὶ ἡ
17. κεφαλὴ τὸ ἀπὸ τῶν ὑστέρων ἀναφερόμενον ἐδέξατο πονηρὸν
18. αἷμα.

Cliquer un n° de page pour en afficher l’image