Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.83, ed. Kühn, 1829, vol. 16, p. 671-672. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.83


2. Ἐν πυρετοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν,
3. ὑδατοχόλοις, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν,
4. ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται.

6. Κατάλογον πάλιν ἐνταῦθα σημείων τε καὶ συμπτωμάτων
7. ἐποιήσατο μοχθηρῶν, ὧν ἕκαστον ἰδίᾳ καθ’ ἑαυτὸ παρ’
8. Ἱπποκράτους μεμαθήκαμεν εἶναι μοχθηρὸν, ἐν μὲν τοῖς
9. πάθεσι τὸν καῦσον πυρετὸν, ἐν δὲ τοῖς διαχωρήμασι τὰ
10. ὑδατόχολα. τῶν δ’ ἐν τοῖς ὀφθαλμοῖς μοχθηρῶν σημείων,
11. ἓν ἦν καὶ ἡ ἴλλωσις. περὶ δὲ τῆς κατοχῆς τί δεῖ καὶ λέγειν;
12. εἰ μὲν οὖν ἠθέλησεν ἅπαντα εἰπεῖν τὰ ὀνόματα τῶν
13. μοχθηρῶν σημείων, πάμπολλα πλείω παραλέλοιπεν ὧν εἶπεν.
14. εἰ δ’ ὡς μίαν συνδρομὴν, οὐκ ἔστιν ὁμοιογενῆ τὰ εἰρημένα·
15. καῦσος μὲν γὰρ, πυρετὸς σὺν τῇ περιψύξει, χαλεπώτατον
16. σύμπτωμά ἐστι, τά τε διαχωρούμενα καὶ ὅλως τὰ κατὰ
17. τοὺς ὀφθαλμοὺς, ταῦτα μὲν ἑτερογενῆ, ἡ κατοχὴ δὲ αὐτὴ
1. μὲν γένους ἄλλου συμπτωμάτων ἐστίν· ἡ δὲ συστροφὴ τῶν
2. βλεφάρων πάλιν ἑτέρας διαφορᾶς.

Cliquer un n° de page pour en afficher l’image