5. Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως
6. ὀλέθρια, οἷόν τι ἐπεπόνθη ὁ Νουμηνίου υἱός.
8. Κἀνταῦθα μὲν ἐδήλωσεν εἰπὼν ἑαυτὸν ἐπὶ καθολικὴν
9. ἀπόφανσιν ἀφικνούμενον ἐξ ἑνὸς ἀῤῥώστου, μετὰ τοῦ καὶ
10. τῶν συνήθων τι περὶ τὴν λέξιν πρᾶξαι. τὸ γὰρ ἐπιπυρετήναντι
11. λελυμένως εἶπεν, ἀφίστασθαι προῃρημένος τῶν κυρίων
12. ὀνομάτων, ἵνα ἔχωσιν ὕλην οἱ σοφισταὶ περιέργων
13. ἐξηγήσεων. ἀμέλει καὶ νῦν ἔνιοι μὲν ἐπὶ τῶν ἀποπληκτικῶν
14. ἀκούουσι τὸ λελυμένως ἀντὶ τοῦ μετρίως, ἔνιοι δὲ ἐπὶ
15. τὰς ἰδίως παραπληγίας λεγομένας μεταφέρουσιν, ἐφ’ αἷς εἰς
16. ἀκινησίαν καὶ ἀναισθησίαν μορίων τινῶν κατασκήπτει τὸ
17. νόσημα. ταύτας μὲν γὰρ καὶ νῦν βούλονται ἀποπληγίας
18. εἰρηκέναι, καταχρησάμενον αὐταῖς. εἶτα διττῶς
1. αὐτῶν γιγνομένων, ὡς Ἐρασίστρατος ἐν τοῖς περὶ παραλύσεως
2. εἶπεν, αἱ μὲν γὰρ συνάγουσι καὶ συντείνουσιν, αἱ δὲ
3. ἐκλύουσί τε καὶ χαλῶσι τὰς διαρθρώσεις, εἰρῆσθαί φασι
4. νῦν ὑπ’ αὐτοῦ τὸ κατ’ ἔκλυσίν τε καὶ χάλασιν τῶν νευρωδῶν
5. σωμάτων εἶδος τῆς παραπληγίας. ἀλλ’ ἐπί γε τῶν
6. τοιούτων ἁπάντων παθῶν, ὅσα τοῦ νευρώδους ἐστὶ γένους,
7. ὅταν ὑπὸ ψυχρῶν τε καὶ φλεγματικῶν γένηται χυμῶν,
8. ὥσπερ αἵ τε ἀποπληξίαι καὶ αἱ παραπληγίαι, πυρετὸς ἐπιγινόμενος
9. θερμὸς, οὐ σμικρὸν γίνεται βοήθημα. τὰ γοῦν
10. ἐν ἀφορισμοῖς εἰρημένα ἐνταῦθα ἡμᾶς διδάσκει. τό γε
11. πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ
12. καὶ τὸ ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς
13. ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβοι ἢ εἰς τὴν ὥρην
14. ἐλθὼν καθ’ ἣν αἱ κραιπάλαι λύονται φθέγξηται. συνέβη
15. τοιγαροῦν, ὡς ἡ ῥῆσις ἐνδείκνυται, τῷ τοῦ Νουμηνίου υἱῷ
16. γενομένης ἀποπληξίας οὐκ ὀξὺν καὶ θερμὸν, ἀλλὰ βληχρὸν
17. καὶ χρόνιον ἀκολουθήσαντα πυρετὸν μηδὲν ὠφελῆσαι.