2. Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ εἰς καρδίην πυρετώδεες,
3. φρικώδεες, ἀνεμοῦσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι,
4. ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν.
6. Ἤθροισται κἀνταῦθα συμπτώματα πολλὰ μοχθηρὰ
7. μετὰ τοῦ καὶ τὴν ἑρμηνείαν εἶναι κακόζηλον. αἱ γὰρ ἀναδρομαὶ,
8. φησὶν, ἐμέσασαί τε καὶ παρενεχθεῖσαι, δέον αὐτοὺς
9. ἐμέσαντάς τε καὶ παρενεχθέντας εἰπεῖν. ἀλλὰ σύ γε καὶ
10. τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν εἰδὼς, οὐ χαλεπῶς
11. εὑρήσεις εἰς ὅσον ὁ κάμνων ἥκει κινδύνου. τοῦτο δ’ ἐπὶ
12. τέλει τοῦ προγνωστικοῦ παραινέσας ὁ Ἱπποκράτης ἠρκέσθη.