15. Ὄμματος κατάκλεισις ἐν ὀξέσι κακόν.
17. Ἤδη καὶ πρόσθεν ἐν ἀθροίσματι πλειόνων σημείων,
18. ἃς συνδρομὰς ὀνομάζουσιν οἱ ἀπὸ τῆς ἐμπειρίας, ὄμματος
1. κατάκλεισιν ἔγραψεν. ἔνιοι δὲ διὰ τοῦ α, οὐ διὰ τοῦ εἰ κατάκλασιν
2. γράφουσιν, οὐ μεγάλης οὔσης διαφορᾶς περὶ τὸ
3. σημαινόμενον ἐξ ἀμφοῖν. βούλεται γὰρ δηλῶσαι τὸ κατακεκλασμένον
4. ἢ τὸ κατακεκλεισμένον βλέφαρον, ἐφ’ ᾧ δυοῖν
5. θάτερον, ἢ τῇ συντονίᾳ τῶν κλειόντων αὐτὸ μορίων ἢ ἀῤῥωστίᾳ
6. τῶν ἀνοιγόντων, ἕπεται τὸ πάθος.