16. Φάρυγξ ἐπώδυνος ἰσχνὴ, μετὰ δυσφορίης, πνιγώδης, ὀλεθρίη
17. ὀξέως.
1. Ἀναμνήσθητι τῆς ἐν τῷ προγνωστικῷ ῥήσεως, ἧς ἡ
2. ἀρχὴ, αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσαι,
3. ὅσαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ἐμποιέουσι
4. μήτ’ ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν·
5. ἔνθα σοι καὶ παραβάλλειν ἔξεστιν ἑρμηνείαν ἐπιστήμονος
6. ἀνδρὸς ὧν λέγει πραγμάτων, τῇ τοῦ πλανωμένου
7. κατὰ τὰς συνδρομὰς ἀδυναμίᾳ τοῦ πρὸς τὸ καθόλου ποιεῖσθαι
8. τὴν συναγωγήν. ὁ μὲν γὰρ Ἱπποκράτης τό τε τοῦ
9. πάθους ὄνομα προεῖπε καὶ τὰς διαφορὰς ἁπάσας ἐφεξῆς
10. εἶπεν, ἀρξάμενος ἀπὸ τῆς χαλεπωτάτης αὐτῶν, ἧς νῦν παρέγραψα
11. τὴν ῥῆσιν. ὁ δὲ τοῦτο τὸ βιβλίον γράψας πρῶτον
12. μὲν ἥμαρτεν εἰπὼν τὴν φάρυγγα πνιγώδη, δέον τὴν
13. κυνάγχην. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν ὡς ἀντὶ τοῦ
14. πάθους τῷ πεπονθότι μορίῳ κατεχρήσατο. τὴν ἀρχὴν γὰρ
15. οὐδὲ πέπονθέ τι τοῖς οὕτως ἔχουσι φάρυγξ, ὡς Ἱπποκράτης
16. ἐδήλωσε, δεινοτάτας εἰπὼν εἶναι κυνάγχας, ὅσαι μήτε
17. ἐν τῇ φάρυγγι εὔδηλον μηδὲν ποιοῦσι μήτ’ ἐν τῷ αὐχένι.
1. ὁ δὲ τὸ προῤῥητικὸν τοῦτο γράψας ἔφη, φάρυγξ ἐπώδυνος
2. ἰσχνή. τὸ γὰρ ἰσχνὴ ταὐτὸν τῷ μηδὲν εὔδηλον ἔχειν δύναται.
3. προσέθηκε δὲ οὗτος μάτην τὸ μετὰ δυσφορίας, ἐξ
4. ἑτέρου γένους ὑπάρχον συμπτωμάτων, εἶτα καὶ τὸ πνιγώδης.
5. ὁ μὲν τοῦτο τὸ βιβλίον γράψας ἀδιορίστως τε καὶ κοινῶς
6. εἶπεν, ὁ Ἱπποκράτης δὲ οἰκείῳ τῆς διαφορᾶς ὀνόματι
7. προσηγόρευσεν εἰπὼν ὀρθόπνοιαν ἐπιφέρειν αὐτήν. ὀνομάζει
8. δὲ καὶ αὐτὸς καὶ ἄλλοι πάντες ὀρθόπνοιαν ἐκεῖνο τὸ
9. τῆς δυσπνοίας εἶδος, ἐν ᾦ πνίγονται κατακείμενοι καὶ μόλις
10. ἐξαρκοῦσιν ὄρθιον ἔχοντες τὸν θώρακα κατὰ μηδενὸς
11. ἐρηρυσμένου μεταφρένου. κατασχιζομένης γὰρ εἰς τὸν πνεύμονα
12. τῆς τραχείας ἀρτηρίας, τὴν ἀρχὴν ἀπὸ τοῦ λάρυγγος
13. ἐχούσης, ὅταν μὲν ἀνατείνωμεν ὄρθιον τὸν θώρακα, σὺν
14. τῷ τραχήλῳ τὴν τραχεῖαν ἀρτηρίαν ἐξευρύνεσθαι συμβαίνει
15. καὶ τὰς ἐξ αὐτῆς ἀποφύσεις ἁπάσας τὰς εἰς τὸν πνεύμονα
16. κατασχιζομένας εὐρύνεσθαι, κἀν τούτῳ τὴν ἔνδον αὐτῷ
17. χώραν αὐξάνεσθαι. διὰ τοῦτο μὲν οὖν κἀπὶ τῆς περιπνευμονίας
18. ἡ ὀρθόπνοια γίνεται κἀν τοῖς καλουμένοις ἀσθματικοῖς
1. πάθεσι, δι’ αὐτὸ δὲ τοῦτο κἀπὶ τῆς χαλεπωτάτης
2. κυνάγχης, ἐν ᾗ φλεγμαίνοντες οἱ τοῦ λάρυγγος ἔνδον μύες
3. ἀποφράττουσι τὴν ὁδὸν τῆς ἀναπνοῆς. ἐπιτείνεται γὰρ καὶ
4. τοῦτο τὸ πάθημα κατακειμένων, αὐξανομένης τῆς στενοχωρίας.
5. ἀλλὰ καὶ τῆς ἄλλης κυνάγχης διαφορὰς ὁ Ἱπποκράτης
6. ἔγραψεν ἐν τῷ προγνωστικῷ σαφέστατά τε καὶ ἀκριβέστατα
7. κατ’ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἐν ᾧ καὶ ἡ ῥηθεῖσά
8. μοι νῦν εἴρηται ῥῆσις. ἐν δὲ τῷ προῤῥητικῷ
9. τούτῳ, καίτοι πολλάκις φάρυγγος μνημονεύσας ὁ γράψας
10. τὸ βιβλίον, οὐδὲν ἡμᾶς σαφὲς οὐδὲ διηρθρωμένον
11. ἐδίδαξε περὶ τῶν κατὰ ταῦτα παθῶν.