Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.89, ed. Kühn, 1829, vol. 16, p. 678-682. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.89


14. Οἷς πνεῦμα ἀνέλκεται, φωνὴ δὲ πνιγώδης, ὁ σπόνδυλος
15. ἐγκάθηται, τουνέοισιν ἐπὶ τῶν τελευτῶν ὡς συσπῶντός
16. τινος τὸ πνεῦμα γίνεται.

1. Περὶ δυσπνοίας ὑπομνήματα γέγραπταί μοι δεικνύντι
2. πόσαι μὲν αἱ πᾶσαι διαφοραὶ κατ’ αὐτῶν εἰσιν ἑκάστην,
3. τίνες δὲ αἰτίαι αἱ γεννῶσαι ἑκάστην, ὅ τί τε σημαίνειν πεφύκασιν.
4. ἐπιδέδεικται δὲ διὰ τῶν αὐτῶν ὑπομνημάτων καὶ
5. περὶ τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων δυσπνοιῶν, ἐν τοῖς
6. ὁμολογουμένοις αὐτοῦ γνησίοις βιβλίοις. οὔτ’ οὖν ἐγὼ διαφοράν
7. τινα ἀνελκομένου πνεύματος εὗρον οὔτε παρ’ Ἱπποκράτους
8. μαθὼν, ἐζήτουν οὖν ἥντινά που λέγει τὴν δύσπνοιαν
9. ταύτην ὁ γράψας τὸ βιβλίον τοῦτο. εἰσὶ μὲν οὖν
10. καὶ ἄλλαι δύο γραφαὶ τῆς αὐτῆς λέξεως, ὦν ἡ μὲν σημαίνει
11. ἑτέρας βραχὺ παραλλάττουσα κατὰ τὴν φωνὴν, οὐ μὴν
12. τήν γε διάνοιαν ὑπαλλάττουσα. πρόσκειται γὰρ ἐν αὐτῇ
13. κατὰ τὴν ἀνέλκεται φωνὴν τὸ ω γράμμα μετὰ τὰ πρῶτα
14. δύο τό τε α καὶ τὸ ν, ὡς γενέσθαι τὴν λέξιν τοιάνδε· οἶς
15. πνεῦμα ἄνω ἕλκεται· πολὺ δὲ ἀποχωρήσαντες ἔνιοι τῶν νεωτέρων
16. ἀνέρχεται γράφουσιν, οὐδ’ ἑνὸς τῶν παλαιοτέρων
17. ἐπισταμένου τὴν γραφήν. ταύτης μὲν οὖν τελευταῖον μνημονεύσω,
18. περὶ προτέρας δὲ διασκεψόμεθα τὰ τῶν ὁμολογουμένων,
1. εἰς ἃ οὐδὲν εἶρον οὐδ’ ἕνα πιθανὸν εἰπόντα, τινὰς
2. δὲ καὶ μεμψαμένους ἄντικρυς, ὥσπερ καὶ τοὺς μεταγράψαντας
3. εἰς τὴν ἀνέρχεται φωνήν. ὥσπερ γὰρ ἀβοηθήτων
4. οὐσῶν τῶν προτέρων γραφῶν, ἐπὶ τὸ μεταγράφειν αὐτὰς
5. ἀφίκοντο. δοκεῖ δέ μοι τὸ ἀνελκόμενον πνεῦμα τὸ ἄνω
6. ἑλκόμενον λέγειν, ἐφ’ οὖ κατὰ τὸν ἔμπροσθεν λόγον ἔφην
7. εἰρῆσθαι τό τε πρόχειρον καὶ τὸ μετέωρον, ὅταν τοῖς ἄνω
8. μέρεσιν ὁ θώραξ μεγάλην ποιεῖ τὴν ἀναπνοὴν εἰσπνεόντων,
9. ὡς φαίνεσθαι κινουμένας τὰς ὠμοπλάτας καὶ διὰ τί τὸν
10. τρόπον τοῦτον ἀναπνέουσιν οἱ πνιγόμενοι πάντες ἐδήλωσα.
11. καὶ μέντοι καὶ περὶ τῶν πνιγωδῶς ἐνοχλουμένων οὐ διὰ
12. τὴν ἐν πνεύμονι στενοχωρίαν, οὔτε διὰ τὴν φλεγμονὴν τῶν
13. ἐν τῷ λάρυγγι μυῶν, ἀλλὰ διὰ τὴν τῶν ἐπικειμένων μὲν τῷ
14. λάρυγγι καὶ τῷ στομάχῳ, τοῖς πρόσω δὲ μέρεσι τῶν ῥαχιτῶν
15. μυῶν ἐπιβεβλημένων ἔμπροσθέν τε καὶ κατ’ αὐτὸ
16. τοῦτο τὸ προῤῥητικὸν βιβλίον εἴρηταί μοι καὶ δι’ ὦν ἐξηγησάμην
17. τὸ δεύτερον βιβλίον τῶν ἐπιδημιῶν, ἔνθα φησίν·
18. ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τοιάδε· τοῦ τραχήλου
1. οἱ σπόνδυλοι εἴσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ
2. ἐπ’ ἔλαττον. καὶ ἔξωθεν δ’ ἦν δῆλος ἐγκοίλως ἔχων ὁ
3. τράχηλος καὶ ἤλγει ταῦτα ψαυόμενος. ἦν δὲ κατώτερόν
4. τινι τοῦ ὀδόντος καλουμένου ὃ οὐχ ὁμοίως ὀξύ ἐστι. πρόδηλον
5. δ’ ὅτι τὸν δεύτερον σπόνδυλον ὅλον ἀπὸ μέρους
6. ὀδόντα κέκληκεν ἢ μόνην αὐτοῦ τὴν ἀπόφυσιν ἐκείνην, ἣν
7. οἱ μὲν ὀδοντοειδῆ προσαγορεύουσιν, οἱ δὲ ἄντικρυς ὀδόντα,
8. διότι παραπλήσιός πως φαίνεται τῷ καλουμένῳ κυνόδοντι.
9. ἐπεὶ δὲ μετὰ τὸ εἰπεῖν, ἦν δὲ κατωτέρω τινὶ τοῦ
10. ὀδόντος καλεομένου, προσέθηκεν ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν,
11. ἐδήλωσε κίνδυνον οὐχ ὁμοίως ἐπιφέρειν ὀξὺν ὁ γράψας
12. ταῦτα τὸν σπόνδυλον τοῦτον ὥσπερ κἀπειδὰν ἐν τοῖς ἀφορισμοῖς
13. καταλέγων τὰ λεγόμενα πάθη τῶν παίδων εἴπῃ,
14. σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, οὐκ ἄλλον σπόνδυλον
15. ἀκούειν χρὴ παρὰ τὸν εἰρημένον. ὅταν γὰρ οἱ ἐπικείμενοι
16. μύες ἐν τοῖς πρόσω μέρεσιν αὐτοῦ φλεγμήναντες
17. ἢ ὁπωσοῦν ἐνταθέντες πρὸς ἑαυτοὺς ἐπισπάσωνται ὅλον τὸν
1. σπόνδυλον, ἡ μὲν ὀπίσω χώρα κοιλοτέρα φαίνεται, θλίβεται
2. δ’ ὁ λάρυγξ καὶ κατὰ τοῦτο πνίγονται. σπανιωτάτη
3. δὲ ἡ τοιαύτη κυνάγχη γίνεται. καὶ νῦν οὖν ὁ σπόνδυλος
4. αὐτὸς ἐγκαθῆσθαι λέλεκται, τὸ δὲ κινδυνῶδες τοῦ πάθους
5. δεδήλωται διὰ τῆς προκειμένης ῥήσεως, ἔνθα φησὶ, τούτοισιν
6. ἐπὶ τῶν τελευτῶν ὡς συσπῶντός τινος τὸ πνεῦμα γίνεται.
7. τὸ γὰρ ἐπὶ τῶν τελευτῶν, ὅταν ἀποθνήσκουσι δηλοῖ·
8. τὸ δ’ ὡς συσπῶντος, ἐπειδὴ σπασμώδης αὐτοῖς ἡ ἀναπνοὴ
9. γίνεται, τελευτῶσι σφοδρῶς μὲν ἕλκοντος τοῦ θώρακος,
10. ὁδὸν δ’ οὐκ ἔχοντος αὐτάρκη τοῦ πνεύματος, ἀλλὰ διὰ τῆς
11. στενῆς ὀπῆς βιαίως εἰσπνεομένου. τοῦτ’ οὖν ἡγούμενοι
12. δηλοῦσθαι κἀκ τῆς ἀνέχεναι φωνῆς ἔγραψάν τινες οἷς
13. πνεῦμα ἀνέχεται.

Cliquer un n° de page pour en afficher l’image