Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.90, ed. Kühn, 1829, vol. 16, p. 682-686. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.90


16. Οἱ κεφαλαλγικοὶ κατόχως παρακρούοντες κοιλίης ἀπολελαμμένης,
17. ὄμμα θρασύνοντες, ἀνθηροὶ, ὀπισθοτονώδεες
18. γίνονται.

1. Ἐδείχθη καὶ πρόσθεν ὁ ἀνὴρ οὗτος ἐξ ἀνομοιογενῶν
2. σημείων γράφων συνδρομὰς, ἃς ἐφ’ ἑνὸς ἢ δυοῖν ἐθεάσατο
3. καὶ διὰ τοῦτο πολλάκις αὐτῷ προστίθησι τὸν ἆρα
4. σύνδεσμον, ὃν καὶ νῦν ἄμεινον ἦν αὐτῷ συντεθεικότι φάναι,
5. ἆρά γε ὀπισθοτονώδεες γίνονται; ἡ μὲν γὰρ κεφαλαλγία
6. δηλοῖ πεπονθέναι τὴν κεφαλὴν αὐτὴν, τὸ δὲ κατόχως
7. τὸν ἐγκέφαλον αὐτὸν, ὥσπερ δὴ καὶ τὸ παρακρούοντες.
8. ἐδείχθη δὲ καὶ πρότερον ὡς οὐ μάχεται τὰ τοιαῦτα συμπτώματα,
9. καθάπερ οἴονταί τινες, ἀδύνατον εἶναι φάσκοντες
10. ἅμα τε κατέχεσθαι καὶ παρακρούειν τὸν ἄνθρωπον.
11. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διὰ τῶν ἔμπροσθεν εἶπον,
12. ὁπηνίκα τὴν πρώτην ἁπασῶν ἐξηγούμην ῥῆσιν καὶ τήνδε,
13. τρομώδεες, ψηλαφώδεες παρακρούσεις, πάνυ φρενιτικαί·
14. ὥστ’ οὐδὲν ἔτι χρῆναι λέγειν περὶ αὐτῶν. βέλτιον δ’ ἐπισημήνασθαι
15. δύο ταῦτα, ὑπόλοιπα τῶν προγεγραμμένων ἐν
16. τῇ προκειμένῃ ῥήσει τὸ μὲν ἕτερον, ἔνθα φησί· κοιλίης
17. ἀπολελαμμένης, τὸ δ’ ἕτερον ὄμμα θρασύνοντες. αἱ μὲν
18. γὰρ ἀπολελαμμέναι κοιλίαι, τουτέστιν ἐπεχόμεναι τῆς κατὰ
1. τὸν ἐγκέφαλον διαθέσεως οὐκ εἰσὶν οἰκεῖον σημεῖον. αὐξάνουσι
2. μέντοι καὶ χείρονα ποιοῦσιν αὐτήν. τὸ δ’ ὄμμα θρασύνοντες
3. ἀναγκαίως πρόσκειται τῇ συνδρομῇ. τοὺς γὰρ
4. ἰδίως κατόχους καλουμένους καὶ οἱ περὶ τὸν Ἀρχιγένην
5. καὶ Φίλιππον ἴσασιν ἀναπεπταμένους ἔχοντας τοὺς ὀφθαλμοὺς,
6. οὐχ ὡς οἱ κωματώδεις καὶ οἱ καταφορικοὶ κεκλεισμένους.
7. ἐπ’ ἐκείνων μὲν γὰρ ὑγρότης αἰτία τοῦ παθήματος,
8. ἐκλύουσα τὸν τόνον τῶν νεύρων, ἐπὶ τούτων δὲ διὰ ξηρότητα
9. τάσις γίνεται, καί τις τῶν ἡμετέρων συμφοιτητῶν,
10. κάμνων συχνῶς ποτε περὶ μαθήματα ἔπαθε τὸ πάθος
11. τοῦτο. κατέκειτο γὰρ οἷόν περ ξύλον ὅλον ἄκαμπτος
12. ἀποτεταμένος, ἐφαίνετό τε βλέπων ἡμᾶς ἀνεῳγότων
13. τῶν ὀφθαλμῶν, ὡς μηδὲ σκαρδαμύττειν, οὐ μὴν ἐφθέγγετό
14. τι. οὗτος μέντοι καὶ ἀκούειν ἔφη κατὰ τὸν καιρὸν ἐκεῖνον
15. ὅσα λαλοῦντες ἐτυγχάνομεν, οὐ μὴν ἐναργῶς τε καὶ σαφῶς,
16. ἔλεγε δέ τινα ἀναμεμνημένος. ἐμβλέπειν τ’ ἔφη τοὺς παρόντας
17. ἅπαντας ὡς καὶ τὰς ἐνεργείας ἐνίων ἀπομνημονεύων
18. διηγεῖσθαι, μήτε δὲ φθέγγεσθαι δύνασθαι μήτε τι
1. μέλος κινεῖν. διὸ καὶ νῦν ἔστιν ἀπορῆσαι τὸ κατὰ τὴν εἰρημένην
2. συνδρομὴν, τὸ παρακρούοντες ὅπως πρόσκειται. τὸ
3. μὲν γὰρ ἐπὶ τῆς ῥήσεως αἱ τρομώδεες, ἀσαφώδεες, ψηλαφώδεες
4. παρακρούσιες, οὐ παντελῶς ἀκινήτους εἶναι τοὺς
5. οὕτω διακειμένους σημαίνει, ὥσπερ οὖν οὐδὲ τοὺς ἐν κώματι
6. παραφρονοῦντας. ἐπὶ δὲ τῶν κατόχων, οὐδεμίαν κίνησιν
7. κινουμένων, οὐδὲ τὴν παραφροσύνην ἐστὶ γνωρίσαι. τάχ’
8. οὖν οὗτος εἶδε κατόχου εἶδος, ὡς ἀκίνητον μὲν εἶναι καὶ
9. πεπηγὸς ὅλον τὸ σῶμα, βραχὺ δέ τι φθεγγόμενον τὸν ἄνθρωπον,
10. ἐξ οὗ δυνατὸν ἦν γνωρίσαι καὶ παραφροσύνην ἢ
11. προηγησαμένης τῆς παραφροσύνης, παρηκολούθησεν ἡ κατοχὴ
12. καὶ γραπτέον ἐστὶ κατ’ αὐτὴν τὴν ἐξήγησιν, οἱ κεφαλαλγικοὶ
13. καὶ κατόχως παρακρούσαντες. ἐγχωρεῖ δὲ καὶ
14. κατὰ τὴν πρώτην αὐτοῦ σύστασιν ἐπιφθεγγομένων αὐτῶν
15. δηλοῦσθαι τὴν παραφροσύνην. συμπληρωθείσης δὲ τῆς κατοχῆς
16. μηκέτι φθέγγεσθαι τοὺς κάμνοντας. ἀνθηροὺς δὲ
17. ὠνόμασεν, ὡς εἰκὸς, αὐτοὺς, οὕσπερ ὀλίγον ἔμπροσθεν ἐξερύθρους
18. ἐκάλεσε. σημεῖον δ’ ἂν εἴη τοῦτο τοῦ κατὰ τὴν
1. κεφαλὴν πλήθους ἠθροισμένου μετὰ θερμόρτητος, ἐφ’ ᾧ καὶ
2. ἡ προηγησαμένη κεφαλαλγία καὶ ὁ μετ’ αὐτὴν ἀκολουθῶν
3. ὀπισθότονος, ἀλλὰ καὶ ταῦτα μὲν εἰς τὴν γένεσιν αὐτῶν
4. πρότερον ἄν τις λάβοι σημεῖον. δευτέρως δὲ τὴν ἀπολελαμμένην
5. κοιλίαν παροξύνουσαν ἀεὶ τὰ τῆς κεφαλῆς
6. συμπτώματα.

Cliquer un n° de page pour en afficher l’image