9. Ἐπ’ ὀμμάτων διαστροφῇ πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον
10. καὶ οἱ κωματώδεες ἐν τούτοισι πονηρόν.
12. Ἐδείχθη κἀν τοῖς ἔμπροσθεν ὁ ἀνὴρ οὗτος ἐπιπλέκων
13. ἀλλήλοις χαλεπὰ συμπτώματα, περὶ ὧν ἑκάστου κατὰ
14. μόνας ἐχρῆν ἅπαξ εἰπεῖν ὡς ἡμῶν δυναμένων ἐννοεῖν, ὡς
15. ἐπειδὰν ἀλλήλοις ἐπιπλέκηται πλείω, σφοδρότερον μὲν ἀποτελεῖσθαι
16. κίνδυνον ἐξ αὐτῶν τοῖς κάμνουσι, βεβαιοτέραν δ’
17. ἡμῖν γίνεσθαι τὴν πρόγνωσιν, οὐδὲν οὖν εἴρηται καινόν.
18. μεμαθήκαμεν γὰρ τήν τε τῶν ὀμμάτων διαστροφὴν κατὰ
1. τίνα γίνεται διάθεσιν, τίνες τε τῶν κόπων αἱ διαφοραὶ καὶ
2. πότε χρὴ ῥῖγος ἐπιφαίνεσθαι χρησίμως, ὁποῖόν τε τὸ κῶμα
3. καὶ ἥτις αὐτὸ διάθεσις ἐγκεφάλου γεννᾷ.