6. Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδριον ὀδύναι ἀναύδως, ἱδρῶτι
7. λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα ἅμα
8. καυσώδει πυρετῷ. καὶ ἢν κοιλίη καταῤῥαγῇ, ὀλέθριον.
10. Ἀπορίαν τοῖς ἀναγινώσκουσιν αἱ ἀσαφεῖς
11. τῶν ῥήσεων ἐργάζονται καὶ τῶν σαφῶν ὅσαι τοῖς ἐναργῶς
12. φαινομένοις ἐναντίως ἀποφαίνονται. τινὲς δὲ καὶ κατ’ ἀμφοτέρους
13. τοὺς τρόπους τὴν ἀπορίαν ἐπιφέρουσιν, ὥσπερ
14. καὶ ἡ νῦν προκειμένη. πλέον δὲ ἐν αὐτῇ τὸ μὴ συμφωνεῖν
15. τοῖς φαινομένοις ἐπὶ τῶν νοσούντων, τὰ κατ’ αὐτὴν
16. λελεγμένα. προχείρως μὲν οὖν δοκεῖ τοιόνδε τὸν λόγον
17. τινὰ δηλοῦν ἡ προκειμένη ῥῆσις. αἱ ἐν πυρετοῖς πρὸς
18. ὑποχόνδρια ὀδύναι ἅμα ἀφωνίῃ, ἱδρῶτι λυόμεναι, κακοήθεες.
1. ψευδοῦς δ’ εἶναι φαινομένου τοῦ τὰς μεθ’ ἱδρῶτος
2. λύσεις κακοήθεις εἰρῆσθαι, κατ’ αὐτὸ τοῦτο πρῶτον ἀπορία
3. τις ἡμᾶς καταλαμβάνει. τὰ μὲν γὰρ ἄνευ τινὸς ἤτοι
4. τεχνικοῦ βοηθήματος ἢ φυσικοῦ παυσάμενα παθήματα
5. προσηκόντως ὡμολόγηται τὴν λύσιν ἄπιστον ἔχειν. τὰ δὲ
6. μετὰ τοιούτου τινὸς, ὁποῖον καὶ νῦν ὁ ἱδρὼς εἴρηται, βεβαίως
7. λελύσθαι φαίνεται. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἱδρῶτος
8. ἤ τινος ἄλλου φυσικοῦ βοηθήματος γενομένου μὴ
9. λύηται, τὸ νόσημα κακόηθες νομίζεται. διὸ καὶ πιθανῶς
10. τις ἐπ’ αὐτῆς τῆς ῥήσεως ἔλεγε λείπειν ἀπόφασιν τὴν μή
11. παραλελειμμένην ὑπὸ τοῦ πρῶτον τὸ βιβλίον μεταγραψαμένου,
12. καθάπερ καὶ ἄλλα πολλὰ πολλάκις ἐν πολλοῖς βιβλίοις
13. ὡμολόγηται τὰ μὲν παραλελεῖφθαι, τὰ δὲ ὑπηλλάχθαι, μηδενὸς
14. ὕστερον ἐπανορθῶσαι τὰ ἡμαρτημένα τολμήσαντος.
15. ἀληθὴς γὰρ ὁ λόγος, ἐὰν οὕτω γράψωμεν, ἔσται αἱ ἐν πυρετῷ
16. πρὸς ὑποχόνδρια ὀδύναι ἀναύδως, ἱδρῶτι μὴ λυόμεναι,
17. κακοήθεες. ἀλλὰ τὰ σαφῆ καὶ γνώριμα καταλιπόντες οἱ
18. πολλοὶ τῶν ἀνθρώπων χαίρουσι τοῖς αἰνιγματωδῶς εἰρημένοις.
1. ἔνιοι δὲ καὶ τοῖς προφανῶς ἡμαρτημένοις συναγορεύειν ἐπίδειγμα
2. σοφίας ἡγοῦνται, παραπλησίως τοὶς κατὰ τὰ δικαστήρια
3. ῥήτορσιν, οἳ τοὺς φανερῶς ἤτοι φόνον ἐργασαμένους
4. ἤ τι τοιοῦτον κακὸν, εἰρύσαντο τῆς προσηκούσης κολάσεως
5. ἐξαπατήσαντές τε καὶ παρακρουσάμενοι τοὺς δικαστὰς,
6. ὅταν ἰδιῶται λόγων ὦσι καὶ τὰς ἐν αὐτοῖς πανουργίας
7. ἀγνοῶσιν. οὕτως οὖν κἀπὶ τῆς προκειμένης ῥήσεως
8. ἐπενόησάν τινες ἀναύδως εἰρῆσθαι τὸ ἀλόγως, ἐπειδήπερ
9. ὁ λόγος μὲν ἐν τῷ γένει τῆς φωνῆς ἐστι. λέγεται δὲ η
10. φωνὴ παρὰ τοῖς παλαιοῖς οὐχ οὕτω μόνον, ἀλλὰ καὶ αὐδή.
11. κατὰ δὲ τὴν μετάβασιν ταύτην τὸ ἀλόγως φαμὲν ἐκ τοῦ
12. ἀναύδως σημαίνεσθαι. τὰ δ’ ἀλόγως παυσάμενα πάντα
13. ἐστὶν ἄπιστα. μαχομένων δὲ καὶ τούτῳ τῷ λόγῳ τοῦ τε
14. κακοήθεις εἰρῆσθαι τὰς τοιαύτας ἐκκρίσεις, οὐκ ἀπίστους
15. καὶ τοῦ μηδ’ ἀλόγως λύεσθαι σὺν ἱδρῶσιν, ὡς αὐτὸς εἶπεν,
16. ἕτεροί τινες ὑπερβαλλόμενοι τῇ σοφίᾳ τούτους ἀλόγως λύεσθαί
17. φασιν, οὐ μόνον ὅσα χωρὶς τοῦ γενέσθαι τι βοήθημα
18. τεχνικὸν ἢ φυσικὸν ἐῤῥᾳστώνησαν, ἀλλὰ καὶ ταῦτα τὰ γενόμενα
1. μὲν, οὐ μὴν κατ’ ἀξίαν τοῦ νοσήματος, ὥσπερ εἰρηκότος
2. τοῦ συγγράψαντος ὀλίγον γενέσθαι τὸν ἱδρῶτα καὶ
3. μὴ χωρὶς ἁπάσης προσθήκης γράψαντα ἱδρῶτι λυόμενα,
4. ἀλλὰ προσυπακοῦσαί φησι τὸ ὀλίγῳ. τάχα δέ τις καὶ ἄλλος
5. ἀναφανείς ποτε τούτων τολμηρότερος ἀξιώσει τὸ πολλῷ
6. καὶ ἀμέτρῳ προσυπακούειν, εἶτα περὶ συμμετρίας ἀμαθέσι
7. παισὶ καὶ ἀγυμνάστοις πάσης παιδείας, ληρήσας μακρὰ δόξει
8. τις εἶναι σοφός. εἰ δ’ ὅλως οἷς περ ἔξεστι τῷ ἱδρῶτι
9. λυόμεναι προστίθεται τοιοῦτον, πολλῷ βέλτιον ἦν προστιθέντας
10. μίαν συλλαβὴν τὴν μή γράψαντας μὴ λυόμεναι,
11. πραγμάτων ἀπηλλάχθαι. αἱ γὰρ σὺν πυρετῷ τῶν ὑποχονδρίων
12. ὀδύναι, ἃς ἱδρὼς μὴ λύει, κακοήθεις εἰσίν.
13. ἔργῳ τοίνυν ἐδείχθη μοι καὶ νῦν, ὥσπερ ἤδη πολλάκις, τῶν
14. ἐπὶ πολλῶν ἀσαφῶν ῥήσεων οὐδὲν μὲν ὧν οὐκ ἴσμεν ὑπ’
15. αὐτῶν διδασκόμενον, ἀνηλωμένον δὲ χρόνον, ὥσπερ ἐπὶ τῶν
16. αἰνιγμάτων, εἰ ἐφαρμόσωμεν ἃ γινώσκομεν τῇ λέξει. καὶ
17. γὰρ οὖν καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον
18. οὐ μικρὰν ἔσχε ζήτησιν αὐτῶν, διὰ τί, ἐὰν ἡ κοιλία καταῤῥαγῇ,
1. τουτέστιν ἀθρόως ἐκκριθῇ πολλὰ, θανατῶδες εἶναι
2. τὸ νόσημα δηλώσει. τὰ γὰρ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαί
3. φησιν ὁ Ἱπποκράτης, ἀλλ’ ὡς ἂν χωρέῃ οἷα
4. δεῖ καὶ φέρει εὐφόρως. οὗτος μὲν ὁ λόγος, ὅτι καὶ σαφής
5. ἐστι καὶ καθόλου τι διδάσκει καταφρονεῖται. τὰ δ’ αἰνιγματωδῶς
6. εἰρημένα σπουδάζεται τοῖς μὲν σοφισταῖς εἰκότως,
7. ἵνα τι θαυμαστὸν διδάσκειν δόξωσι τοὺς μαθητὰς,
8. αὐτοῖς δὲ τοῖς μαθηταῖς, διὰ τὴν ἀπαιδευσίαν τῶν πρώτων
9. μαθημάτων, ἐν οἷς οἱ παλαιοὶ τοὺς παῖδας ἔτρεφον. ἀγύμναστος
10. δὲ ὢν ὁ λογισμὸς αὐτῶν οὔθ’ ἕπεται τοῖς λεγομένοις
11. οὔτε κρῖναι τὴν ἐν αὐτοῖς ἀλήθειαν δύναται· ἐπεί τις
12. ἀκούσας ἄνευ διοροσμοῦ ἐπικαταῤῥηγνυμένης κοιλίας ἀπόφασιν
13. ἡντιναοῦν, οὐκ εὐθέως μέμφεται τὸν λόγον, ὡς μηδὲν
14. διδάσκοντα. κοιλία μὲν γὰρ, ἐν ᾡτινιοῦν νοσήματι καταῤῥαγεῖσα
15. χωρὶς μὲν τῶν τῆς πέψεως σημείων, ἃ πολλάκις
16. ἀκήκοας, οὐδὲν ὀνίνησιν· ἐὰν δὲ δυσφορώτερον ἐργάσηται,
17. πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάβην ἤνεγκεν. ἅμα δὲ
18. τούτοις ὠφελεῖ καὶ μᾶλλον, ἐὰν ὁ λυπῶν ἐκκενῷτο χυμός.
1. ἔτι δὲ μᾶλλον, ἐὰν εὐφορώτερος ὁ κάμνων ἐπὶ τῇ κενώσει
2. γίγνηται, καὶ βεβαιότερον, ὅταν ἐν ἡμέρᾳ κρισίμῳ φανῇ
3. τι προδεδηλωμένον διὰ τῆς ἐπιδήλου. ταῦτ’ οὖν ὁ ἐπιγινώσκων
4. καὶ τῆς εἰρημένης ῥήσεως καταφρονεῖ καὶ τῶν ἄλλων
5. ἁπασῶν ὅσαι τῶν συμπτωμάτων τῶν κατὰ μέρος ἢ
6. νοσημάτων μνημονεύουσιν. ἐφ’ οἶς γὰρ ἂν ἡ κοιλία καταῤῥαγῇ
7. νοσήμασιν ἢ συμπτώμασιν, ἐν οἷς μηδ’ ὧν εἶπον ἄρτι
8. γένηται διορισμῶν, ἀσφαλῆ τὴν γνῶσιν ἐργάζεται. χωρὶς
9. δὲ τούτων τῶν διορισμῶν οὐδέποτε ἀληθὴς ὁ λόγος ἔσται,
10. κοιλίαν λέγων καταῤῥηγνυμένην ὠφελεῖν ἢ βλάπτειν. ἐπὶ
11. πάντων γὰρ ἑκάτερον γίνεται. κατὰ δὲ τοὺς ὡρισμένους
12. διορισμοὺς οὐδέν ἐστιν εἰπεῖν, ἐπὶ μὲν ἥπατος φλεγμονῇ
13. φαῦλον εἶναι σύμπτωμα καταῤῥαγεῖσαν κοιλίαν, ἐπὶ δ’
14. ἄλλου τινὸς ἀγαθόν. ἀλλ’ ἐπὶ πάντων, ὡς εἴρηται, καὶ ἀγαθὸν
15. καὶ κακὸν γίνεται μετὰ τῶν οἰκείων διορισμῶν.