2. Οἶσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσαι μετὰ κρίσιν, τρομώδεες
3. καὶ κωματώδεες τελευτῶσι.
5. Καὶ ἥδε ἡ ῥῆσις ὁμοία ταῖς εἰς ἀσάφειαν ἐξεπίτηδες
6. ἐπιτετηδευμέναις ἐστὶ. τὸ γοῦν ἐκλείπουσαι ἔνιοι μὲν ἐπὶ
7. τῶν φωνῶν μόνων ἤκουσαν, ἔνιοι δὲ καὶ τοὺς πυρετοὺς αὐταῖς
8. προσέθηκαν, ἄμφω λέγοντες εἰρῆσθαι ἐκλείπειν καὶ τὰς
9. φωνὰς καὶ τοὺς πυρετούς. ὡς εἶναι τὸν λόγον τοιοῦτον,
10. οἶς δοξάντων λελύσθαι τὸν πυρετὸν ἀφωνία γίνεται καὶ μετὰ
11. τὴν κρίσιν, οὗτοι τρομώδεες τελευτῶσι καὶ κωματώδεες,
12. δηλονότι τῶν πυρετῶν οὐκ ἀσήμως, ἀλλὰ μετὰ κακῆς κρίσεως
13. δοξάντων πεπαῦσθαι. κακὰς δ’ ἴσμεν κρίσεις
14. ἐκείνας λεγομένας ὅσαι γινόμεναι μετὰ φυσικῶν κενώσεων
15. ἢ ἀποστάσεων οὐ μόνον οὐδὲν ὠφέλησαν τοὺς κάμνοντας,
16. ἀλλὰ καὶ χεῖρον ἔχειν ἡ πρόσθεν ἐποίησαν. ἕτεροι δὲ οὐδὲ
17. τὰς φωνὰς ἅμα τοῖς πυρετοῖς, ἀλλὰ μόνας αὐτὰς νομίζοντες
18. ἐκλείπειν, ὅλον τὸν λόγον τοιόνδε ποιοῦσιν. οἷσιν ἐκλείπουσι
1. φωναὶ, μενόντων τῶν πυρετῶν, εἰ τοῦτο γίνεται, μετὰ
2. κρίσιν οὗτοι τρομώδεές τε ἅμα καὶ κωματώδεες τελευτῶσι,
3. καίτοι κἀνταῦθα πάλιν ἑτέρα διαφωνία τοῖς ἐξηγουμένοις
4. ἐγένετο. τινὲς μὲν γὰρ, ὅταν ἐπὶ τοῖς εἰρημένοις τρομώδεις
5. γένωνται, τελευτᾶν φασι τούτους καὶ κωματώδεις
6. ἅμα καὶ τρομώδεις, τινὲς δὲ κωματώδεις γενομένους οὕτως
7. ἀπόλλυσθαι, οὐδεὶς δ’ αὐτῶν οὔτ’ ἐκ τῆς τῶν πραγμάτων
8. φύσεως ἀπόδειξιν ἔγραψε λογικὴν οὔτε τὴν ἐμπειρίαν
9. ἔχει δεῖξαι μαρτυροῦσαν. οὔτε γὰρ τρομώδεις οὔτε
10. κωματώδεις ἐπὶ τοῖς προειρημένοις ὡς τὸ πολὺ φαίνονται
11. τελευτῶντες. εἰ δὲ τινες ἐν τῷ σπανίῳ γίνονται τοιοῦτοι,
12. τοῦ προγνωστικοῦ τε καὶ προῤῥητικοῦ μέρους τῆς τέχνης
13. ἐκπεπτώκασιν, οὐ γὰρ τῶν τοιούτων, ἀλλὰ τῶν ἢ διηνεκῶς
14. ἢ ὡς τὸ πολὺ γινομένων, εἰς τὰς προῤῥήσεις χρῄζομεν. εἰ
15. δὲ βούλει καὶ τῶν ἀμφιδόξως ἀποβαινόντων, οὐ μήν γε σπανίων.
16. οὐδεὶς γὰρ βούλεται πολλάκις ἀποτυχὼν ἅπαξ
17. ἐπιτυχεῖν.