2. Οἶσι καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια
3. καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφ’
4. ἱδρῶσι, ἆρα τούτοις τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς
5. ἐπελθὸν λύγγα διασημαίνει, καὶ κοιλίη δὲ ἔπαφρα
6. χολώδεα προσδιέρχεται; τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει
7. οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται.
9. Ἤθροισε πάλιν ἐνταῦθα συμπτώματα διαθέσεων οὐχ
10. ὁμογενῶν, ἐφ’ ὧν ἐδείχθη πρόσθεν οὐδεμία διδασκαλία γενομένη
11. τεχνική. πάντα μὲν γὰρ ἐπισκέψασθαι δεῖ τὰ κατὰ
12. τὸν νοσοῦντα καὶ μηδὲν μήτε παρορᾶν μήτ’ ἀργῶς
13. ὁρᾶν. ἑκάστου δ’ αὐτῶν ἰδίᾳ μεμαθηκέναι τὴν δύναμιν,
14. οἷον εὐθέως τὰ καυστικὰ πρῶτα πάντων εἴρηται, δυναμένων
15. μὲν ἀκούεσθαι καὶ παθῶν καυστικῶν, ὡς εἰ θερμῶν
16. καὶ διακαῶν εἰρήκει. δυναμένων δὲ καὶ διαχωρημάτων
17. νοεῖσθαι τοιούτων, ὧν ἡ δύναμίς ἐστιν ὀξύ τε τὸ νόσημα
1. καὶ ταχυκρίσιμον ἐργάζεσθαι καὶ μέντοι καὶ κινδυνῶδες,
2. ἐὰν ἰσχυρῶς γένηται καυστικά. μεμωρωμένα δὲ καλεῖ τὰ
3. μώρωσιν ἐμποιοῦντα τῇ διανοίᾳ. αὕτη δέ ἐστι χωρὶς παραφροσύνης
4. σύμπτωμα, τοῖς φύσει μωροῖς ὁμοίως ἀποφαῖνον
5. τοὺς νοσοῦντας, ὁποίους καὶ τῶν λεγομένων ἀπογηρᾶν ἐνίους
6. ἴσμεν γιγνομένους. ᾧ παθήματι παραπλήσιον μέν ἐστιν,
7. οὐ μὴν ταὐτὸν, ὅπερ ὀνομάζουσιν ἄγνοιαν, ὑπὲρ ἧς καὶ ὁ
8. Θουκυδίδης ἔγραψεν ἐπὶ τῶν ἐκ τοῦ λοιμοῦ διασωθέντων
9. ὡδὶ· καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. ᾧτινι
10. δὲ διαφέρει τῆς λήθης, οὐκ ἀναγκαῖον εἰς τὰ παρόντα
11. σκοπεῖσθαι τά γε μὴν κάτοχα, τὰ τὴν καλουμένην κατοχὴν
12. ἐπιφέροντα, νοούντων ἡμῶν, ἕτεροί φασι τὰ βεβαίως
13. ἱδρυμένα καὶ οἷον κατεχόμενα νοσήματα κεκλῆσθαι
14. κάτοχα. καὶ μέντοι καὶ ποικίλλοντα τὰ συνεχεῖς ἐπὶ τἀναντία
15. συμπτώματα τὰς μεταβολὰς ποιούμενα τινὲς ἤκουσαν,
16. ἀποχωρίζοντες δὲ τῆς λέξεως ταύτης τὰ ὑποχόνδρια ὑφ’ ἓν
17. αὐτὸ πάλιν ἀναγινώσκουσι, τὸ κοιλίην ἐπηρμένοι. τινὲς δὲ
1. ὑφ’ ἓν ἀγνοοῦντες τὰ ποικίλλοντα ὑποχόνδρια, καθ’ ἑαυτὸ
2. πάλιν ἀναγινώσκουσι τὸ κοιλίην ἐπηρμένοι, καί φασιν ἐπὶ
3. τῶν ὑποχονδρίων εἰρῆσθαι τὰ ποικίλλοντα· καθάπερ γὰρ
4. εἴρηται ἔμπροσθεν, ἐπὶ τῶν καθ’ ὅλον τὸ σῶμα γινομένων
5. ἐπὶ τἀναντία μεταπτώσεων, οὕτως ἐπὶ τῶν ὑποχονδρίων
6. ἐποίησαν, καὶ μὴν καὶ οἱ συνάπτοντες ὅλην τήνδε τὴν λέξιν,
7. ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, τοὺς παρὰ φύσιν ὀγκουμένους
8. τὰ μέρη ταῦτα δηλοῦσθαί φασιν. ὥσπερ καὶ σίτων
9. ἀπολελαμμένων, ὧν ἐφεξῆς ἐμνημόνευσεν, ἔνιοι μὲν τοὺς
10. ἀνορέκτους φασὶν εἰρῆσθαι νῦν, ὡσεὶ καὶ ἀποκεκλεισμένους
11. εἰρήκει τῆς τῶν σιτίων προσφορᾶς, ἔνιοι δὲ τοὺς ἐπεσχημένους
12. τὴν γαστέρα. καὶ γὰρ κἀν τῷ περὶ διαίτης ὀξέων
13. ἐπὶ τῶν διαχωρουμένων εἰρῆσθαί φασι τὴν φωνὴν ταύτην.
14. ἅπαντα οὖν ταῦτα προειπὼν ὁ γράψας τόδε τὸ βιβλίον, εἶτα
15. ἐπὶ τῷ τέλει προσθεὶς ἐφίδρωσιν, ὃ καὶ αὐτὸ πάλιν ὅλου
16. τοῦ σώματος ὀλίγον ἱδρῶτα, καθάπερ νοτίδα δύναται δηλοῦν
17. ἢ τὸν περὶ θώρακα καὶ κεφαλὴν μόνην, ἐπήνεγκεν αὐτοῖς
1. αἰνιγματωδεστέραν ἔτι καὶ τούτων αὐτῶν ῥῆσιν εἰπὼν,
2. ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν
3. λύγγα σημαίνει; πάλιν γὰρ ἐνταῦθα τὸ θολερὸν πνεῦμα,
4. καθάπερ ἤδη καὶ πρόσθεν, εὕρομεν ἀμφισβητουμένην ἔχον
5. τὴν νόησιν. ἀλλ’ ἐν ἐκείνῃ μὲν τῇ ῥήσει τὸ κατὰ τὴν
6. ἐκπνοὴν θολερὸν πνεῦμα εἰρῆσθαι ὑπ’ αὐτοῦ, ὡς λέλεκται,
7. πιθανὸν ἐφαίνετο. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐρυγὰς, ἔνιοι
8. κελεύουσιν ἡμᾶς ἡγεῖσθαι λελέχθαι, καθάπερ ἄλλοι τὸ κατὰ
9. τὰς φύσας. εἴρηται δὲ καὶ πρόσθεν ὅτι θολερὸν οἱ μὲν
10. τὸ δυσῶδες, οἱ δὲ ἀτμῶδες ἤκουσαν, ὥσπερ καὶ τὸ θαλερόν.
11. ἔνιοι διὰ τοῦ α γράψαντες, τὸ οἶον θάλλον καὶ ἀκμάζον
12. καὶ μέγα λέγουσιν εἰρῆσθαι. προείρηται δέ μοι καὶ ὅτι
13. πολλάκις ἐν τοῖς ὁμολογουμένοις γνησίοις συγγράμμασιν ὁ
14. Ἱπποκράτης εἰρηκὼς, ἄλλοτε ἄλλας δυσπνοίας διαφορὰς; ἐν
15. τῷ δευτέρῳ καὶ ἕκτῳ πάσας ἐφεξῆς, οὐδαμόθι θολερὸν
16. ὠνόμασε πνεῦμα, καθάπερ οὐδὲ λύγγα θολερὰν οὐδὲ φῦσαν
1. οὐδὲ ἄλλο τι τῶν τοιούτων. ἔτι δὲ μᾶλλον αἰνιγματωδῶς
2. εἴρηται τὸ γονοειδὲς ἐπελθὸν, εἴτε οὖρον εἴτε διαχώρημα.
3. καὶ μετὰ ταῦτα διὰ τί προσέθηκε τὸ λύγγα σημαίνει
4. καὶ τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν,
5. ἄπορον εὑρεῖν. ἐν γὰρ ταῖς τῶν συμπτωμάτων αἰτίαις ἡ
6. λὺγξ ἐδείχθη γινομένη, τῆς γαστρὸς ὁρμώσης ἐκκρῖναι τὰ
7. τοῖς χιτῶσιν αὐτοῖς, οἶον ἐμπεπλασμένα δυσλύτως ὑγρὰ δύναμιν
8. ἔχοντα δακνώδη, οὐκ ἀρκεσθεὶς δὲ τῷ πλήθει τῶν
9. συμπτωμάτων, ἑξῆς προσέθηκε, κοιλίη ἔπαφρα χολώδεα
10. προσδιέρχεται, ὃ πάλιν καὶ αὐτὸ διττῶς γράφουσιν, ἔνιοι
11. μὲν ἐπὶ τῆς πρώτης συλλαβῆς τὸ σίγμα προστιθέντες, ἔνιοι
12. δὲ ἀφαιροῦντες. ἀλλ’ εἰ μὲν προστεθείη, τὸν ἐφεξῆς χρόνον
13. δηλώσει τῷ προειρημένῳ, εἰ δ’ ἀφαιρεθείη, τὸν ἔμπροσθεν,
14. οὐ μὴν ἴσον γε οὐδ’ ὅμοιον προδιεξέρχεσθαι τὸ ἕτερον θατέρου
15. λέγειν ἢ ἐπιδιεξέρχεσθαι. τὸ μὲν γὰρ προδιερχόμενον
16. σημεῖον ἔσται τοῦ μέλλοντος ἐκκρίνεσθαι, τὸ δ’ ἐκκρινόμενον
17. ὑπὸ τοῦ προελθόντος ἀγγελθήσεται. τοσαύτης
1. οὖν ἀσαφείας ἐν ἅπασι τούτοις ὑπαρχούσης, οὐδ’ ἐκ
2. τῶν ἐπιφερομένων αὐτοῖς ἔνεστί τι πρὸς τὴν τῶν παρόντων
3. ἐξήγησιν λαβεῖν, ὥσπερ οὐδ’ εἰς ἐκεῖνα· φησὶ γὰρ τὸ
4. λαμπῶδες ἐν τούτοισιν οὐρηθὲν ὠφελεῖ. διττὴ δὲ καὶ κατὰ
5. τοῦτον τὸν λόγον ἐστὶν ἡ ἀσάφεια, μία μὲν ἡ τοῦ λαμπῶδες
6. τί σημαίνει, γραφομένου πρὸς τινῶν μὲν διὰ τῶν δυοῖν
7. π π, πρὸς τινῶν δὲ διὰ τοῦ μ καὶ π, μία δ’ ἄλλη ἐν τούτοισιν,
8. ἐν τίσι γὰρ λέγει; πότερον ἀναθήσει τοῖς προειρημένοις
9. ἢ τοῖς ἐσχάτοις καὶ ποίοις ἐσχάτοις; δύναται γὰρ
10. ἔσχατα λέγεσθαι καὶ πάνθ’ ὅσα μετὰ τὴν ἀρχὴν εἶπεν; ἆρα
11. τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐλθὸν λύγγα
12. σημαίνει ἢ μόνα ταῦτα ἔσχατα εἰρήκει, κοιλίη ἔπαφρα χολώδεα
13. προσδιέρχεται; καὶ μέντοι καὶ τούτοις ἅπασιν, ἐπὶ
14. τῷ τέλει προσθεὶς, κοιλίαι τουτέοισιν ἐπιταράσσονται καὶ
15. καταπαύσας ἐνταῦθα τὸν λόγον, οὐδ’ ἑνὸς ἕνεκα φαίνεται
16. τῶν ἐν ἀρχῇ μνημονεύσας. τὰ γάρ τοι μεμωρωμένα καὶ
17. τὰ κάτοχα μεγάλην βλάβην ἐνδεικνύμενα τοῦ τὸ τῆς ψυχῆς
1. ἡγεμονικὸν ἔχοντος μορίου, μάτην εἰρῆσθαι φαίνεται καὶ
2. χωρὶς μὲν τῶν καυστικῶν ἀποκτεῖναι δυνάμενα, σὺν ἐκείνοις
3. δὲ μᾶλλον, ἀλλ’ ὅμως οὐδ’ ἓν εἴρηται περὶ θανάτου,
4. καθάπερ ἐπ’ ἄλλων ἔμπροσθεν οὐκ ὀλίγων, ἀλλὰ μετὰ τὸ
5. προσθεῖναι ποικίλον τὸ ὑποχόνδριον καὶ κοιλίην ἐπηρμένην,
6. σίτων ἀπολελαμμένων. συνάψας δ’ αὐτοῖς καὶ τὴν ἐφίδρωσιν,
7. ἆρα τούτοισι, φησὶ, τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς
8. ἐλθὸν λύγγα σημαίνει τίσι τούτοισιν, οἷς ἅπαντα τὰ
9. προειρημένα συμπτώματά εἰσι. καὶ μὴν εἰ μετ’ ἐκείνων
10. ἁπάντων τὸ θολερὸν πνεῦμα γενόμενον ἅμα ταῖς γονοειδέσιν
11. ἐκκρίσεσι λύγγα σημαίνει, κἂν ἓν ὁτιοῦν λείπει τῶν εἰρημένων,
12. ἡ λὺγξ οὐκ ἔσται, καὶ τάχα πού τις ἅπαξ ἐν ἔτεσι
13. πολλοῖς ἄῤῥωστον ὄψεται τοιοῦτον. ὃ δὲ πάντων τῶν εἰρημένων
14. ἐστὶν ἀτοπώτατον ἤδη σοι φράσω. πολλοὺς μὲν ἀῤῥώστους
15. τεθεαμένος, μυρία δὲ προειρηκὼς τῶν ἐσομένων,
16. οὔτε διὰ τῆς πείρας ἔγνων ἐκ τῶν τοιούτων σημείων λύγγα
17. προεσομένην οὔτ’ ἐκ τῆς τῶν πραγμάτων φύσεως, ἐνδεικτικῶς
18. ἢ αὐτοὺς εὗρον ἤ τινος γράψαντος ἀνέγνων. ἀλλ’ ἔστιν
1. ἡ προκειμένη ῥῆσις ἐοικυῖα τῷ κατὰ τὴν παροιμίαν ἐν
2. παιδιᾷ λεγομένῳ, ὤδινεν ὄρος καὶ ἔτεκε μῦν. πολλὰ γὰρ
3. εἰπὼν παθήματα, τινὰ μὲν ἐσχάτως ὀλέθρια, τινὰ δ’ ἧττον
4. ἐκείνων, ἔνια δὲ μέτρια λυγγὸς πρότερον ἔγραψε πρόῤῥησιν.
5. ἐφεξῆς δὲ τὸ λαμπῶδες, φησὶν, ἐν τούτοισιν οὐρηθὲν
6. ὠφελέει. τίσι φησὶ τούτοις; τοῖς καυστικοῖς, τοῖς μεμωρωμένοις
7. ἢ τοῖς κατόχοις ἢ οἷς ὑποχόνδρια ποικίλα καὶ
8. ἡ γαστὴρ ἐπηρμένη ἢ τοῖς ἀνορέκτοις ἢ τοῖς ἐπεσχημένοις
9. τὴν κοιλίαν ἢ οἷς ἐφίδρωσις ἢ οἷς τὸ πνεῦμα θολερὸν ἢ
10. οἷς ἂν ἔκκρισις γονοειδὴς ἢ τοῖς λύζουσιν ἢ οἷς ἡ
11. γαστὴρ ἔπαφρα καὶ χολώδεα προδιῆλθεν, ἐπειδὴ καὶ τοῦτο
12. αὐτὸ διττῶς γέγραπται, μετά γε τοῦ σ καὶ χωρὶς τοῦ σ,
13. ἕκαστον τῶν εἰρημένων προσήκει. ἤ τοι γὰρ οἷς ἕκαστον
14. τῶν εἰρημένων ἢ οἷς ἅπαντα εἰρῆσθαι προσήκει δέξασθαι.
15. τὸ γὰρ τούτοισιν ἀκόλουθόν ἐστι τοῖς καθ’ ἕκαστα, ὥστε
16. συνεπινοεῖται πάντως, εἰ μὴ τύχῃ λεχθέν. καὶ γὰρ ἓν ἕκαστον
17. αὐτῶν ὠφελέει τὸ λαμπῶδες οὐρούμενον, κἂν δύο
1. κὰν τρία κἂν πλείω συνέλθοι, τὴν ὠφέλειαν αὐτοῖς παρέχει.
2. θαυμαστὸν δ’ ἂν εἴη τοσαῦτα παθήματα διαφερούσαις
3. ἑπόμενα διαθέσεσιν ἄλλων καὶ ἄλλων μορίων μετὰ
4. τοῦ λαμπώδους ὠφελεῖσθαι, πάντως μὲν ἀφρώδους ὄντος,
5. εἴ γε λάμπειν ἴσμεν τὸ τοῖς οὔροις ἐποχούμενον λευκόν.
6. οἱ δ’ ἀφρῶδες πάντες φασὶν ὀνομάζεσθαι, γενομένου
7. δὴ τοῦ ἀφροῦ, πνευματικῆς οὐσίας ἀναμιγνυμένης ἢ τοῖς
8. ὠμοῖς καὶ φλεγματώδεσι χυμοῖς ἢ τηκεδόνι πιμελῆς, μετὰ
9. καὶ τοῦ διορισμοῦ δεῖσθαι τὴν ἀπόφασιν οἵου καὶ κατὰ τὴν
10. πρὸ ταύτης ῥῆσιν, ἐπὶ τῶν κρισίμως ἐκκρινομένων εἶπον.
11. ἅπαντα γάρ ἐστιν ἀγαθῶν τε καὶ κακῶν κρίσεων κοινὰ διοριζόμενα,
12. μάλιστα μὲν καὶ πρώτοις τοῖς τῆς πέψεως σημείοις,
13. ἃ διὰ παντὸς ἀγαθόν τι σημαίνει. σὺν αὐτοῖς δ’,
14. ὡς ἔφην, τῇ εὐφορίᾳ καὶ τὸ τὸν λυποῦντα χυμὸν ἐκκενοῦσθαι
15. καὶ τῷ τῆς ἡμέρας, ἐν ᾗ ταῦτα γίνεται, πιστῷ, παραλελειμμένου
16. ζητεῖν ἡμᾶς, εἰ μὴ λαππῶδες ἐπιγεγραμμένον
17. διὰ τῶν δυοῖν π π σημαίνει τὸ λαμπῶδες, ὃ διὰ τοῦ μ
18. καὶ π γράφουσί τινες. ὥσπερ γάρ ἐστι γεγραμμένον διὰ
1. τῶν αὐτῶν ἀπὸ τῆς λαμπῆς, οὕτω λαππῶδες ἀπὸ τοῦ λάππειν
2. ὠνόμασται. ταῦτ’ οὖν ἅπαντα συμπεφόρηται καθάπερ
3. αἰνίγματα, κἂν διεξέλθοι τις αὐτὰ πάντα. τοῦ κατὰ τὸ
4. τέλος, ὥσπερ ἐπῳδοῦ γεγραμμένου, καὶ κοιλίαι δὲ τούτοισιν
5. ἐπιταράσσονται, τὸν λογισμὸν οὐκ ἔστιν εἰπεῖν, οὔτε γὰρ ὁ
6. λόγος οὔθ’ ἡ πεῖρα τῶν ὡς ἐπὶ τὸ πολὺ τοῖς εἰρημένοις
7. ἑπομένων ἔδειξε κοιλίαν ἐπιταρασσομένην.