Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.100, ed. Kühn, 1829, vol. 16, p. 718-723. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.100


10. Ἐπὶ τραχήλου ἀλγήματι κωματώδει, ἱδρώδει, κοιλίη
11. φυσηθεῖσα, εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα,
12. ὑποπεριπλυθεῖσα, ἐκ τουτέων ἄχολα ἐξίστανται. τὰ τοιαῦτα
13. διασωζόμενα μακροτέρως διανοσέει. ἆρά γέ εἰσιν ἄχολοι
14. περιπλύσιες εὐηθέστεραι καὶ τὸ φυσῶδες ὄγκῳ
15. προσωφελέοι.

17. Καὶ κατὰ τήνδε τὴν ῥῆσιν ἀνομοιογενῶν ἐστι συμπτωμάτων
18. ἄθροισμα. τραχήλου μὲν γὰρ ἄλγημα μετὰ κώματος
1. ἐν τῇ κεφαλῇ νοσώδη διάθεσιν εἶναι σημαίνει. ὁ δ’ ὡς
2. σύμπτωμα καὶ μὴ κριτικὸς ἱδρὼς ἤτοι πλῆθος ἢ ἀῤῥωστίαν
3. ἐνδείκνυται τῆς ἑλκτικῆς τε καὶ καθεκτικῆς ὀνομαζομένης
4. δυνάμεως. ἐμφυσηθεῖσα δ’ ἡ γαστὴρ αὐτὸ δὴ τοῦτο
5. πεπονθέναι τὸ μόριον δηλοῖ τὴν γαστέρα. τὸ δὲ πρὸς
6. ἀνάγκην ὑγρὰ χαλᾶν, ὑποπεριπλυθεῖσαν δὲ τοῦτο ποιεῖν, τὸ
7. ἧπαρ ἐνδείκνυται πεπονθέναι. ἐξίστασθαι δὲ, ὅπερ ἐστὶ
8. παρακόπτειν σφοδρῶς, τούτους φησὶ καίτοι μηδενὸς σημείου
9. γενομένου τῆς ἐκστάσεως. τὸ γὰρ κωματῶδες εἴρηται μόνον
10. ἐγκεφάλου πάθος, ἐναντίον ὑπάρχον ἐκστάσει. πλὴν
11. εἰ τὸ τραχήλου τις ἄλγημά φησι τῆς ἐκστάσεως εἶναι σημεῖον,
12. ὃ μηδὲ τὴν ἁπλῆν παραφροσύνην σημαίνειν δύναται
13. μόνην, ἄνευ γε τοῦ καὶ ἄλλα προσελθεῖν αὐτῷ σημεῖα, οἷον
14. ἀγρυπνίαν, κεφαλαλγίαν, ὄμμα θρασὺ, θρασεῖαν ἀπόκρισιν,
15. ὕπνους ταραχώδεις ἤ τι κατὰ τὰς αἰσθήσεις ἢ προαιρετικὰς
16. κινήσεις βεβλαμμένον. εἰκότως οὖν ἀντὶ τοῦ ἐξίστανται
17. ἔνιοι ἐφίστανται ἐπὶ τῶν διαχωρημάτων εἰρῆσθαι φάσκοντες
18. αὐτὰ καὶ συνῆφθαι μᾶλλον ἐκείνοις, ὡς εἶναι τὸ
1. συνεχὲς τῆς λέξεως τοιόνδε, κοιλίη φυσηθεῖσα. εἰ δέ τι
2. πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα ὑποπεριπλυθεῖσα, ἐκ τουτέων
3. ἄχολα ἐφίστανται. τούτοις οὖν ἐφεξῆς εἰπὼν, τὰ τοιαῦτα
4. διασωζόμενα μακροτέρως διανοσέει. τελευταῖον ἔγραψεν ἆρά
5. γε ἄχολοι περιπλύσιες εὐηθέστεραι καὶ τὸ φυσῶδες ὄγκῳ
6. προσωφελέει; ὡς εἰ καὶ οὕτως εἶπε· καὶ φυσῶδες ὄγκωμα
7. προσωφελοῦσι. τοῦτο δ’ αὐτὸ πάλιν ἴσον δύναται τῷ τοὺς
8. φυσώδεις ὄγκους ὠφελεῖν. εἰ δὲ ἀλλόκοτός σοι ἡ σύνταξις
9. εἶναι δοκεῖ, χρὴ συγγινώσκειν τοῖς οὕτως ἐξηγουμένοις·
10. πάμπολλα γὰρ ἐν τῷ βιβλίῳ τούτῳ τοιαῦτα φαίνεται ἀσυνήθεσι
11. τῶν ὀνομάτων ἑρμηνευόμενα. εἰκότως δὲ φαίνεται ζητῶν,
12. εἰ ἄχολοι περιπλύσεις τοὺς τοιούτους ὄγκους ὠφελέουσι,
13. τεκμαιρόμενος τοὺς φυσώδεις οὐχ ὑπὸ χολῆς, ἀλλ’ ὑπὸ
14. ψυχρῶν ὑγρῶν ὑδατωδῶν κατὰ τὴν σύστασιν ἅμα πνεύματι
15. φυσώδει γίγνεσθαι. κατ’ αὐτὴν μὲν οὖν τὴν ἐξήγησιν
16. ὁμολογεῖν ἀλλήλοις φαίνεται ταῦτα καὶ καλῶς ὑπό τινων
17. γέγραπται τὸ συνίσταται ἢ ἐφίσταται κατὰ τῶν διαχωρημάτων,
18. καὶ μᾶλλόν γε αὐτὸ τὸ ἐφίσταται· διότι γάρ ἐστιν
1. ἄχολα, διὰ τοῦτο ἐφίσταται καὶ πρὸς ἀνάγκην μόγις χαλᾶται,
2. τουτέστι μετὰ τοῦ πραγματεύσασθαί τι τὸν ἰατρόν.
3. ἐκ περιττοῦ δὲ πάλιν φαίνεται τὸ κατὰ τὴν ἀρχὴν ἐπὶ
4. τραχήλου ἀλγήματι κωματώδει συνῆφθαι, κατὰ μηδὲν
5. συνημμένον τοῖς περὶ τὴν κοιλίαν συμπτώμασιν. ἔοικεν οὖν,
6. ὥσπερ ἄλλας πολλὰς συνδρομὰς ἐφαίνετο τεθεαμένος ἐφ’ ἑνὸς
7. ἢ δυοῖν ἐπὶ τὸ γράφειν ἀφῖχθαι, καὶ νῦν οὕτω πεποιηκέναι,
8. χωρὶς τοῦ προσγράψαι τὸν ἄῤῥωστον ὀνομαστὶ, καθάπερ
9. ἐπ’ ἄλλων ἐποίησε. καὶ εἴπερ τοῦθ’ οὕτως ἔχει
10. δυνατόν ἐστιν ἐν ἀρχῇ μὲν τῆς νόσου πλῆθός τι χυμῶν,
11. ψυχρῶν μὲν τῇ κράσει, λεπτῶν δὲ τῇ συστάσει, τὰ περὶ
12. κεφαλὴν καὶ τράχηλον ἐνοχλῆσαι μόρια, μεταῤῥυὲν δὲ ἐπὶ
13. τὰ κατὰ τὴν γαστέρα τόν τε φυσώδη κατ’ αὐτὴν ἐργάσασθαι
14. ὄγκον καὶ τὰ διαχωρήματα λεπτὰ καὶ ὑδατώδη ποιῆσαι
15. καὶ διὰ τοῦτο μένοντα κατὰ τὴν γαστέρα καὶ μὴ διεξερχόμενα,
16. καθάπερ τὰ χολώδη καὶ δάκνοντα. διαφέρει δὲ
17. οὐ σμικρὸν ἢ τὰ συμβάντα τινὶ διηγουμένου τοῦ τὸ βιβλίον
1. γράψαντος αἰτίας αὐτῶν ἡμᾶς ἀποδιδόναι πιθανὰς, ὡς ἐν
2. τῷ τῶν ἐπιδημιῶν ἐποιήσαμεν, ἢ ὡς καθολικοὺς τοὺς λόγους
3. ἐξετάζειν. ἀπὸ μὲν γὰρ τῆς κεφαλῆς εἰς τὴν γαστέρα μεταῤῥυῆναί
4. τις δύναται χυμὸς, ὥσπερ γε καὶ εἰς τὸν φάρυγγα
5. καὶ λάρυγγα καὶ πνεύμονα καὶ εἰς θώρακα καὶ διάφραγμα
6. καὶ σπλῆνα καὶ ἧπαρ καὶ ὁτιοῦν ἄλλο, καθάπερ
7. γε κἀξ ἐκείνων γε ἑκάστου πάλιν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι.
8. τὸ δ’ ἤτοι διὰ παντὸς ἢ πλειστάκις εἰς ἓν τῶν εἰρημένων
9. τὴν μετάστασιν γίνεσθαι ψεῦδος, ὅπερ αἱ πλεῖσται
10. τῶν κατὰ τοῦτο τὸ βιβλίον ἐνδείκνυνται ῥήσεις, ἐφ’
11. αἷς ἁπλῶς ἀποφαίνεται, χωρὶς τοῦ προσθεῖναι τὸν ἐπαπορητικὸν
12. σύνδεσμον ἢ τὸν ἄῤῥωστον αὐτὸν ὀνομαστί. ἀλλά
13. γε κατὰ τὴν προκειμένην ῥῆσιν εἰπὼν, ἆρά γέ εἰσιν αἱ ἄχολοι
14. περιπλύσιες εὐηθέστεραι; δῆλος ἐγένετο μὴ θαῤῥεῖν ὡς
15. καθολικῷ τῷ λόγῳ. τὸ δὲ εὐηθέστεραι ῥῆμα σημαίνει μὲν
16. καὶ τὸ κακοηθέστεραι. καὶ πολλάκις κατὰ τοῦτο τὸ σημαινόμενον
17. τούτῳ φαίνονται κεχρημένοι πολλοὶ τῶν παλαιῶν.
18. σημαίνει δὲ καὶ τὸ εὔτροποι. κέχρηνται γὰρ καὶ τούτῳ
1. τινὲς τῶν παλαιῶν, καθὸ καὶ νῦν ἔοικεν εἰρῆσθαι. συνεμφαίνει
2. γὰρ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον
3. προσωφελέειν.

Cliquer un n° de page pour en afficher l’image