Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.101, ed. Kühn, 1829, vol. 16, p. 723-727. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.101


6. Κοιλίης περίτασις πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκουμένη,
7. ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου υἱῷ,
8. τὸ ἐπιῤῥιγοῦν τούτοις ὀλέθριον. ἐκ τουτέων σπασμώδης
9. γενηθεὶς καὶ ἐμφυσηθεὶς, μακρότερον διανοσήσας, στόματι
10. σῆψις χλωρὴ ἐπεγένετο.

12. Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἡ διδασκαλία τῆς ἰατρικῆς
13. θεωρίας ὑφ’ Ἱπποκράτους διὰ τῶν καθόλου γέγονεν
14. ἐν ἅπασι τοῖς γνησίοις βιβλίοις, προχειριζομένου ποτὲ καὶ
15. τῶν κατὰ μέρος ἔνια παραδείγματος ἕνεκα πρὸς σαφήνειαν
16. τῶν μανθανόντων. ἐπεὶ δ’ οὐκ ἀπόχρη τὰ καθόλου θεωρήματα
17. μαθεῖν εἰς τὸ διαγινώσκειν ἑτοίμως ἐπὶ τῶν ἔργων
18. αὐτὰ χωρὶς τοῦ γυμνάζεσθαι, διὰ τοῦτο γυμνασίας ἕνεκα
1. ἔγραψε τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἐφ’ ὧν οὐδὲν
2. παρέλιπε τῶν συμβάντων αὐτοῖς. ἡ δ’ ὑπὸ τοῦ τὸ
3. προῤῥητικὸν γράψαντος ἀνδρὸς γινομένη διδασκαλία δέδεικται
4. μὲν ἤδη πολλάκις οὐκ ἔχουσα τὸ καθόλου, πλὴν εἴ που
5. σπανίως. ἀπολειπομένη δὲ καὶ τῆς κατὰ μέρος ἀκριβοῦς
6. διηγήσεως, ὁποῖα γέγραπται κατὰ τοὺς ἐν τοῖς ἐπιδημιῶν
7. ἀῤῥώστους, ἔνθα πρῶτον μὲν ἐὰν ἐπίσημόν ἐστί τι τῶν
8. προκαταρξάντων αἰτίων, δεδήλωκε λέγων οἷον εἴ τις ἐκ κόπων
9. ἢ γυμνασίων ἀκαίρων ἢ μέθης ἤρξατο νοσεῖν, εἶθ’
10. ὅτι τὴν μὲν πρώτην τῶν ἡμερῶν ἐγένετο ταυτὶ περὶ αὐτὸν,
11. ἐν δὲ τῇ δευτέρᾳ ταυτὶ, καὶ οὕτως κατὰ τὴν τρίτην
12. καὶ τὴν τετάρτην καὶ τὰ ἐφεξῆς ἅπαντα διηγεῖται τὰ γενόμενα
13. τοῖς παρ’ αὐτοῦ μεμαθηκόσι τὴν καθόλου θεωρίαν,
14. ἐφαρμόττειν προτρέπων τοῖς πεφηνόσι κατὰ τοὺς ἀῤῥώστους,
15. μετὰ τοῦ καὶ αὐτὸν ποδηγεῖν ἐνίοτε πρὸς τὴν γυμνασίαν,
16. ὡς ἐπιδέδεικταί μοι κατὰ τὰς ἐξηγήσεις αὐτῶν. ὁ δὲ τοὺς
17. ἐν τούτῳ τῷ βιβλίῳ γράφων ἀῤῥώστους ἀπὸ τῆς τοιαύτης
18. διηγήσεως ἐπί τισι τῶν ὀφθέντων ἅπαξ ἤδη βούλεται καθόλου
1. θεωρήματα συνίστασθαι, σφαλλόμενος ἐν πολλοῖς οὐ
2. σμικρὰ, καθάπερ ἐν τῷ ἑτέρῳ γενόμενον, ἑτέρῳ προσνέμειν,
3. ὥσπερ καὶ νῦν. τῷ γοῦν Ἀσπασίου υἱῷ τὰ περὶ τὴν γαστέρα
4. συμπτώματα γράψας μόνον, σπασμώδη τί φησιν ἔχειν
5. αὐτά. τρία δ’ ἐστὶν ἃ ἔγραψε συμπτώματα, πρῶτον μὲν
6. κοιλίης περίτασις, ἐφεξῆς δ’ αὐτῆς τὸ πρὸς ἀνάγκην ὑγρὰ
7. χαλᾶν, ὅπερ ἔν τισι διαχωρεῖν εἴωθε λέγειν, καὶ τρίτον
8. ἐπ’ αὐτοῖς τὸ ταχέως ὀγκοῦσθαι. συνεκφαίνει δὲ τούτῳ
9. καὶ τὸ μειοῦσθαι τὴν αὐτὴν ἴσως ἐπὶ τοῖς ὑγροῖς διαχωρήμασι.
10. καὶ γὰρ ἐφεξῆς αὐτῶν εἴρηται τὸ ταχὺ ὀγκουμένη.
11. τούτοις δὲ τοῖς συμπτώμασι μόνοις ἐζεῦχθαι σπασμῶδές τι
12. ἐάν τις ἐπὶ νοσοῦντος οὕτως ἀνθρώπου προείποι, σφαλήσεται
13. μὲν πάνυ πολλάκις, ἐπιτύχῃ δ’ ἄν ποτε κἂν ἅπαξ ἐν
14. τῷ σπανίῳ. καὶ αὐτὸς δὲ ὁ ταῦτα γράψας, ὅμοια τοῖς νῦν
15. εἰρημένοις συμπτώμασι κατὰ τὴν γαστέρα προειρηκὼς ἐν
16. τῇ πρὸ ταύτης ῥήσει, περὶ σπασμοῦ λόγον πεποίηται οὐδένα,
17. καίτοι τραχήλου πόνον εἰρηκὼς γεγονέναι μετὰ κώματος.
18. ἔχει δ’ ἡ ῥῆσις ὧδε· ἐπὶ τραχήλου ἀλγήματι κωματώδει
1. ἱδρώδει κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην
2. ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα. δῆλον οὖν ὅτι τὰ μὲν κατὰ
3. τὴν κοιλίαν συμπτώματα παραπλήσια τοῖς νῦν εἰρημένοις
4. εἰσὶν, ἔξωθεν δ’ αὐτῶν ἄλγημα τραχήλου πρόσκειται, νευρώδους
5. μορίου καὶ πλησίον ἐγκεφάλου κειμένου καὶ τὸν νωτιαῖον
6. περιέχοντος, μετὰ τοῦ καὶ τὸν ἐγκέφαλον ἤδη πεπονθέναι.
7. τὸ γὰρ κωματῶδες ἐκείνου σύμπτωμα πιθανώτερον
8. ἦν ἐπὶ τοῦ κάμνοντος οὕτως γεγράφθαι τὸ ἔχειν τι
9. σπασμῶδες, οὐκ ἐπὶ τοῦ νῦν. ἐφ’ οὖ δυνατόν ἐστιν ἕτερόν
10. τι σύμπτωμα γεγονέναι τοῦ σπασμοῦ δηλωτικὸν, ὃ παρέλιπεν
11. ἐν τῇ διηγήσει, εἰ μὴ ἄρα τὸ ἐπιῤῥιγοῦν αὐτὸ εἰρημένον
12. ἐν αὐτῇ νομίζει τις σπασμοῦ σημεῖον. εἴρηται γὰρ
13. καὶ τοῦτο τῶν ἐξηγητῶν ἐνίοις. οὐδὲ τὰς ὁσημέραι τριταίας
14. τε καὶ τεταρταίας περιόδους ὁρῶσι, μετὰ σφοδροτάτου
15. ῥίγους ἐνίοις γινομένας, οὐδὲν ἐχούσας σπασμῶδες.
16. ἀλλ’ οὕτως εἰσὶ σοφώτατοι τὰ τῆς ἰατρικῆς οἱ τὰ τοιαῦτα
17. γράφοντες, ὡς ἡγεῖσθαι νεύρων εἶναί τι πάθος ῥῖγος, ὡς
18. σπασμὸν καὶ τρόμον. οὔτε δὲ διὰ τί σπασμώδης ὁ τοῦ
1. Ἀσπασίου υἱὸς ἐγένετο δύναιτ’ ἄν τις εἰπεῖν, ἁπάντων μὴ
2. γεγραμμένων τῶν συμβάντων αὐτῷ, οὔτε διὰ τί χλωρὰ σηπεδὼν
3. ἐν τοῖς κατὰ τὸ στόμα τόποις ἐγένετο. κακοχυμίας
4. μὲν γὰρ ἔκγονα τὰ τοιαῦτα παθήματα. πόθεν δ’ ἤθροισέ
5. ποτ’ αὐτὴν ἄδηλον, οὐκ εἰδότων ἡμῶν ὅπως διῃτήθη. οὐ
6. μὴν οὐδὲ τὰ κατὰ τὴν κοιλίαν αὐτοῦ γενόμενα σηπεδονώδους
7. καὶ κακοχυμίας σημεῖον, πρὸς τῷ μηδὲ τίνα λέγει
8. τὴν χλωρὰν σηπεδόνα γινώσκεσθαι σαφῶς, ἐπειδὴ χλωρὰ
9. καὶ τὰ τὴν ἰώδη χροιὰν ἔχοντα καλοῦσι καὶ τὰ τὴν ὠχράν.

Cliquer un n° de page pour en afficher l’image