Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.102, ed. Kühn, 1829, vol. 16, p. 727-731. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.102


12. Τὰ κατ’ ὀσφὺν κατὰ λεπτὸν χρόνια ἀλγήματα, πρὸς
13. ὑποχόνδριον γριφόμενα, ἀποσιτικὰ, ἅμα πυρετῷ, τούτοισιν
14. εἰς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως
15. τρόπῳ σπασμώδει.

17. Εἴθ’ ὑπὸ λεπτὸν ἢ κατὰ λεπτὸν, ἑκατέρως γὰρ γράφουσιν,
18. ἀσάφειαν ἔχει πολλὴν, διό τινες ἔγραψαν ὑπὸ πλευρόν.
1. οἱ δ’ οὖν ὑπὸ λεπτὸν ἢ κατὰ λεπτὸν γράψαντες ἐσχίσθησαν
2. ταῖς γνώμαις, ἔνιοι μὲν ἔντερον λεπτὸν εἰρῆσθαι
3. λέγοντες, ἔνιοι δὲ τὸ πλατὺ καὶ ἱερὸν ὀνομαζόμενον ὀστοῦν.
4. εἰσὶ δ’ οἳ καὶ τρίτον τι τούτων ἐποίησαν, ὡς λέγειν ἄμφω
5. ἅμα, καὶ συνάπτουσι τὸν λόγον τοῖς ἐπιφερομένοις. φασὶ
6. γὰρ ἀπὸ τῆς ἐπὶ πύλαις ἥπατος φλεβὸς ἀποφύσεις τε καὶ
7. κατασχίσεις παμπόλλας κατὰ τὸ μεσάραιον γίγνεσθαι. τούτων
8. οὖν πασχουσῶν ὀδύνας ἕπεσθαι κατὰ τὴν ὀσφὺν οὐ
9. συνεχεῖς, ἀλλὰ κατὰ λεπτάς τινας διαστάσεις, ἅστινας ἀνάγεσθαί
10. τε καὶ συνάγεσθαι καὶ οἶον συσπᾶσθαι πρὸς τὸ
11. δεξιὸν ὑποχόνδριον ἐπὶ τὰς πύλας τοῦ ἥπατος. ἔνθα τὴν
12. οἶον ῥίζαν εἶναι τοῦ πάθους ὑποτίθενται, φλεγμαινούσης
13. τῆς φλεβὸς ταύτης ἅμα ταῖς ἀποφύσεσιν ἁπάσαις. διὰ τί
14. δ’ οὕτως ἀκούειν χρὴ τοῦ γριφόμενα, παραλείπουσι μὲν
15. οὗτοι, λέγουσι δ’ ἄλλοι τινὲς παρὰ τὸν γρῖφον ὠνομάσθαι.
16. καλεῖται δ’ οὕτως τι τῶν ἁλιευτικῶν δικτύων, οὐχ ὡς οὗτοι
1. νομίζουσι διὰ τοῦ φ γραφόμενον. ἕτερον γὰρ τὸ τῆς
2. φωνῆς σημαινόμενον ταύτης, ἀλλὰ διὰ τοῦ π, διὸ καί τινες
3. ἐν τῇ προκειμένῃ ῥήσει γριπόμενα γράφουσι, τινὲς δὲ τοὺς
4. ἐνειλουμένους ὑμένας γριφομένους φασὶ λέγεσθαι συνήθως,
5. ὅταν τις διαγράφῃ τε καὶ διαγινώσκῃ τῷ δακτύλῳ. ἐκ μεταφορᾶς
6. οὖν τὰ τοῖς δακνομένοις τε καὶ διαγραφομένοις
7. ἀλγήματα γιγνόμενα κεκλῆσθαι γριφόμενα. τινὲς δὲ καὶ
8. κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρῆσθαί φασι τὰ κατὰ τὴν
9. ὀσφὺν καὶ κατὰ λεπτὸν χρόνια ἀλγήματα, ὡσεὶ καὶ κατὰ
10. τόνδε τὸν τρόπον εἰρήκει τὰ κατὰ σμικρὸν ἀλγήματα γινόμενα,
11. τουτέστι τὰ ἀσθενῆ. συγχωρήσαντες οὖν
12. καὶ τοῖς οὕτως ἐξηγουμένοις καὶ τοῖς τὰς πύλας τοῦ ἥπατος
13. πάσχειν ὑποσχομένοις ὀρθῶς εἰρῆσθαι πάντα. καὶ
14. γὰρ τὸ ἀποσιτεῖν κατὰ τῶν ἀνορέκτων εἰρημένον ἕν τι τῶν
15. τεκμηρίων εἶναί φασι τοῦ πεπονθέναι τὸ ἧπαρ, ἀκούσωμεν
16. παρ’ αὐτοῦ, τίς ἐκ τῶν οὕτως εἰρημένων ἡμῖν ὠφέλεια γενήσεται.
17. φησὶ γὰρ ὁ γράψας τὴν ῥῆσιν, τούτοισιν εἰς κεφαλὴν
18. ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει.
19. ἆρ’ οὖν συμβουλεύουσιν ἡμῖν προειπεῖν ἑπόμενα
1. πάντα ταῦτα; τὸ μὲν γὰρ ὅτι δύναται μετάστασις οὐ μόνον
2. ἐπὶ κεφαλὴν, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο μόριον γενέσθαι
3. τῶν λυπούντων, εἴτ’ οὖν τὸ μεσεντέριον εἴτε καὶ τὸ ἧπαρ
4. πάσχειν βούλονται, συγχωρήσειεν ἄν τις· τὸ δ’ ὅπως μεταστήσεται
5. πρὶν γενέσθαι τινὰ τῶν ἰδίων τῷ μορίῳ συμπτωμάτων,
6. τοῦτ’ οὐχ οἷόν τε προγνῶναι. γενομένην μέντοι
7. γνωρίσαι τὴν μετάστασιν καὶ μάλισθ’ ὅταν παύσηται τὰ
8. πρότερον λυποῦντα. καὶ μέντοι καὶ τοιαῦται μεταστάσεις
9. ἐπὶ ἀῤῥώστων ἐν τοῖς τῶν ἐπιδημιῶν γεγραμμέναι εἰσὶ, καθάπερ
10. καὶ νῦν ἐγέγραπτο. τῶν δέ τινων εἰρημένων κατὰ
11. τὴν κοιλίαν συμπτωμάτων, εἶτα ἀφανισθέντων ἐξαίφνης,
12. ἤλγησεν ὁ κάμνων σφόδρα κατὰ κεφαλῆς, ἔφαμεν ἂν εἰς
13. ταύτην γεγονέναι τὴν μετάστασιν. οὐ μὴν ὅ τί περ
14. ἂν ἐργάζηται βεβαίως ἦν εἰπεῖν, πρὶν ἄλλο τι φανῆναι σημεῖον
15. ἢ καταφορᾶς ἢ παραφροσύνης ἢ σπασμοῦ. δυνατὸν
16. μὲν γὰρ καὶ τοῦτο γίγνεσθαι, δυνατὸν δὲ καὶ τὴν φύσιν
17. ἰσχυροτέραν τοῦ νοσήματος εὑρεθεῖσαν, αἱμοῤῥαγίας ἐργάσασθαι
18. διὰ ῥινῶν ἢ παρωτίδας ἐγεῖραι. μεμάθηκας γὰρ
1. τούτων ἁπάντων ἀρχομένων γίνεσθαι σημεῖον. πρὶν δ’ ἄρξασθαι
2. τὸ τῆς κεφαλῆς ἄλημα μόνον ὑπάρχον, ὑποψίαν
3. μὲν πάντων παρέχειν, βεβαίαν δὲ πρόγνωσιν οὐδενὸς ἐξ
4. αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image