7. Τὰ ἐπιῤῥιγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα,
8. ἄγρυπνα, φλεβοδονώδεα ὄντα ἐν τοῖς ὕπνοις, ἔστιν ὅτε
9. οὖρα ὑφ’ ἑαυτοὺς χαλῶντα, ἐς σπασμοὺς ἀποτελευτᾷ
10. κωματώδεας.
12. Ἔργον ὁ ταῦτα γράψας πεποίηται καθ’ ἑκάστην ῥῆσιν
13. ἢ ὄνομά τι τῶν ἀήθων ἢ σύνθεσιν ἐξευρίσκειν, ὥσπερ καὶ
14. νῦν ἄμφω πεποίηκεν. ἀλλὰ τὸ μὲν τῆς ἀήθους συνθέσεως
15. ἐν ἑκάστῃ ῥήσει γινόμενον, ἀπὸ τῶν παθῶν μεταβαίνοντος
16. αὐτοῦ πρὸς τοὺς πάσχοντας ἢ ἀπ’ ἐκείνων ἐπὶ τὰ πάθη,
17. παραλειπτέον ἡμῖν ἐστιν, ὅταν ὅσον ἐπὶ τούτων μηδεμίαν
18. ἀσάφειαν ὁ λόγος ἴσχῃ. τὸ δὲ φλεβοδονώδεα καινὸν καὶ
1. ξένον ὄνομα κατὰ τὴν προκειμένην ῥῆσιν ἐποίησεν, ἐμφαίνων
2. ὅσον ἐπὶ τῇ φωνῇ φλέβας δονουμένας. εἴτε δὲ ὥς τινες
3. ἔγραψαν αὐτὸ διὰ τοῦ φλεβοτονώδεα τὰς τεινομένας
4. φλέβας, εἴτε τὰς κυρίως ὀνομαζομένας φλέβας, εἴτε καὶ τὰς
5. ἀρτηρίας, ὅτι ταύτας ἐνίοτε φλέβας ὀνομάζουσιν οἱ παλαιοὶ,
6. δονουμένας ἢ τεινομένας ἀκούειν χρὴ, θαυμαστὸν ὅπως νῦν
7. πρῶτος αὐτῶν ἐμνημόνευσε. τὰς μὲν γὰρ ἀρτηρίας εἴπερ
8. βούλεται σημαίνειν, ἤτοι τεινομένας ἢ δονουμένας, ὅπερ ἐπὶ
9. τῆς κλονώδους κινήσεως ἀκούειν χρὴ, κατὰ πολλὰ τῶν ἀῤῥώστων
10. ἐχρῆν αὐτὸν εἰρηκέναι τι περὶ αὐτῶν. εἰ γὰρ ἦν
11. οὗτος ἐπιμελὴς ὁ ἀνὴρ περὶ τὴν τῶν ἀρτηριῶν κίνησιν,
12. ὥστε καὶ κλονουμένας αὐτὰς καὶ τεινομένας παραφυλάττειν,
13. οὐ δήπου τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἠγνόει. πῶς
14. οὖν οὐδὲν ὑπὲρ αὐτῶν ἔγραψεν; εἰ δὲ τῶν κυρίως ὀνομαζομένων
15. φλεβῶν μνημονεύει τεινομένων, πῶς οὐχὶ καὶ τούτου
16. τοῦ συμπτώματος ἤδη πρότερον ἐμνημόνευσεν ἐν κεφαλαλγίαις
17. σφοδραῖς γινομένου; φαίνονται γὰρ ἐν αὐταῖς
18. καὶ μάλισθ’ ὅταν μετὰ πολλῆς θερμασίας γίνωνται, σφύζουσαι
1. καὶ οἱονεὶ κλονούμεναι αἱ κατὰ τοὺς κροτάφους φλέβες.
2. πολλάκις δὲ καὶ τὰς ἐν τραχήλῳ σφαγίτιδας, τὰς
3. ἐπιπολῆς δηλονότι δονουμένας ἐθεασάμεθα σφυγμῷ τινι
4. παραπλήσιον κίνησιν, καὶ δοκεῖ καὶ ἐν τοῖς κροτάφοις ἐκ
5. τῶν ὑποκειμένων ἀρτηριῶν ἡ κίνησις προσγίνεσθαι, καθ’
6. ὃν καιρὸν ἐκεῖναι μέγιστον σφύζουσι. ταύτας οὖν ἀπορίας
7. ἔνιοι φεύγειν βουληθέντες ἀντὶ τοῦ φλεβοδονώδεα φλεδονώδεά
8. φασι, ποιήσαντες ἀπὸ τῶν φλεδόνων τοὔνομα. φλεδόνας
9. δὲ ὅτι φλυαρίας καὶ λήρους ὠνόμασαν ἔνιοι τῶν παλαιῶν
10. οἶσθα. τὰ οὖν ἄγρυπνα ὄντα πάθη φησὶ καὶ παραληροῦνται
11. κατὰ τοὺς ὕπνους ἀπροαιρέτως οὖρον χαλῶντες,
12. ὅπερ ἐστὶν ἀποκρίνοντες. ἀπὸ γὰρ τῶν παθῶν ἐπὶ τοὺς
13. πάσχοντας μετέβη καὶ πάλιν ἐπανελθὼν ἐπὶ τὸ πάθος φησὶν,
14. ἔστιν ὅτε εἰς σπασμοὺς τελευτᾷ κωματώδεας. εἰπὼν
15. ἔστιν ὅτε πραγμάτων ἡμᾶς ἀπήλλαξε· πεπονθυίας
16. γὰρ τῆς ἀρχῆς τῶν νεύρων, ὡς ἥ τε ἀγρυπνία καὶ ἡ παραλήρησις
17. ἥ τε τῶν οὔρων ἀπροαίρετος κίνησις δηλοῖ,
18. θαυμαστὸν οὐδέν ἐστι καὶ φρενῖτιν ἐπ’ αὐτῆς γενέσθαι καὶ
1. κῶμα καὶ σπασμὸν καὶ ἀφωνίαν καὶ πᾶν ὁτιοῦν ἄλλο πάθημα
2. τοιοῦτον. περιττὰ τοίνυν ἐστὶ καὶ πρὸς τὴν πρόῤῥησιν
3. ταύτην τό τε ἐπιῤῥιγοῦν καὶ τὸ εἰς νύκτα παροξύνεσθαι.
4. ἀλλ’ ὅπερ ἤδη πολλάκις ἐδείχθη καὶ τὰ μηδὲν
5. προσήκοντα ταῖς ὑφ’ ἑαυτοῦ λεγομέναις προῤῥήσεσι, γράφει
6. μὴ δυνάμενος ἀπὸ τῶν ἰδίων χωρίσαι τὰ κοινά.