Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.104, ed. Kühn, 1829, vol. 16, p. 734-736. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.104


9. Οἱ ἐξ ἀρχῆς ἐφιδροῦντες οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως
10. περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες,
11. σπασμώδεες, ὀλέθριοι.

13. Πάλιν ἐνταῦθα τὸ ἐξ ἀρχῆς ἐφιδροῦντες σὺν οὔροις
14. πέποσι περιττόν. ἱκανὰ γὰρ ἀποκτεῖναι τὸν ἄνθρωπον τὰ
15. καυστικὰ μετὰ τοῦ περιψύχειν ἀκρίτως, ἔπειτα διὰ ταχέων
16. γίνεσθαι διακαῆ, καθάπερ γε καὶ τὰ τῆς ἑτέρας ἀρχῆς
17. τοῦ ἐγκεφάλου ἱκανὰ πάλιν αὐτὰ καθ’ αὑτὰ διαφθεῖραι
18. τὸν νοσοῦντα, περὶ ὧν οὕτως ἔγραψε· νωθροὶ κωματώδεες,
1. σπασμώδεες. ἐπὶ τούτοις οὖν ἑκατέροις τοὺς ἐξ ἀρχῆς
2. ἐφιδροῦντας ἅμα πέποσιν οὔροις ἔγραψεν, ὅ τοιοῦτόν ἐστιν
3. οἷον εἰ καί τι λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ τὸν
4. ἄνθρωπον, ἐπεὶ τήν τε μήνιγγα τέτρηται καὶ τὰ κατὰ τὸν
5. θώρακα συντέτρηται καὶ κατὰ τὸν μηρὸν ἑλκύδριον ἔχει
6. σμικρόν. ἢ εἴ τις λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ
7. διὰ τὸν ὕδερον καὶ τὴν παρωνυχίαν. τί οὖν ἔτι ζητῶμεν
8. ἅττα ποτ’ οὖρα λέγει πέπονα; περὶ ὧν ἔμπροσθεν ἔφην
9. ἐπιτιμῆσαι τὸν Ἐφέσιον Ῥοῦφον Ζεύξιδι τῷ ἐμπειρικῷ.
10. ψεῦδος μὲν γὰρ εἶναι τοῦτο, μηδέποτε κακόν τι τῶν τοιούτων
11. οὔρων γεννώντων, ἀληθὲς δὲ τὸ τὰ ἐπίπονα οὖρα κακόν
12. τι σημαίνειν. δηλοῦσθαι γὰρ τὰ μετὰ πόνου κενούμενα.
13. δεύτερον μέντοι τοῦτο τὸ γεγραμμένον τὸ τῶν πεπόνων οὔρων
14. οὐκέτι πιθανόν ἐστιν ὁμοίως κατ’ ἀμφοτέρας τὰς ῥήσεις
15. ἡμαρτῆσθαι τὴν λέξιν, ὡς ὁ Ῥοῦφος ἠξίου μεμφόμενος
16. τὸν Ζεῦξιν. ἀλλ’ ἴσως αὐτὸς ὁ γράψας τὰ παχέα καὶ
17. λευκὰ πέπονα κεκληκώς ἐστιν, ἐπειδὴ τοιαύτην ὑπόστασιν
18. ἑώρα καὶ ἐν τοῖς ἀληθῶς πέποσιν οὔροις. τὰ δ’
1. δ’ ἀνατεταραγμένα παραπλησίως τοῖς τῶν ὑποζυγίων, οὐ πέπονα.

Cliquer un n° de page pour en afficher l’image