Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.105, ed. Kühn, 1829, vol. 16, p. 736-738. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.105


4. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα,
5. φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν
6. ὀφείλει.

8. Πάλιν κἀνταῦθα τὴν σύνταξιν τῶν ὀνομάτων εἰδότες
9. σολοικώδη μετέγραψαν ἔνιοι τὴν ταύτῃσι, τοιάνδε ποιήσαντες
10. τὴν λέξιν, ἴσως δὲ ταῦτα καὶ σπασμῶδές τι παθεῖν
11. ὀφείλει. ἀλλ’ ὡς ἔφην καὶ πρόσθεν, ὅταν ἡ αὐτὴ σώζηται
12. διάνοια, γράφειν ἐπιτρέψαντες ὡς ἂν ἕκαστος ἐθέλοι,
13. περὶ τῆς ἀληθείας τῶν εἰρημένων σκοπῶμεν. ἀλλ’ οὐδὲ
14. περὶ ταύτης ἤδη σκοπεῖν ἐπιτρέπει παρεγκείμενον τῇ ῥήσει
15. τοὔνομα τὸ ἐπιφόροισιν ἐξηγήσεως δεόμενον. οὐ γὰρ μόνον
16. ἀήθη σύνθεσιν ὀνομάτων ὁ συγγραφεὺς εὑρίσκειν πειρᾶται
1. καθ’ ἑκάστην ῥῆσιν, ἀλλὰ καὶ τῶν ὀνομάτων αὐτῶν, ἓν
2. μέντοι τῶν πάντων, ἔστι δ’ ὅτε καὶ δύο που καὶ τρία
3. παρεντίθησιν, ἤτοι ξένα παντάπασιν ἢ μὴ κατ’ αὐτὸ τὸ
4. σημαινόμενον, ὅπερ παρὰ τοῖς Ἕλλησιν εἴθιστο. τὰς δ’
5. οὖν ἐπιφόρους ἔνιοι μὲν ἤκουσαν τὰς ἐγκυμονούσας, ὅσαι
6. πλησίον εἰσὶ τῆς ἀποκυήσεως, ἔνιοι δὲ τὰς ῥᾳδίως συλλαμβανούσας
7. καὶ συνεχῶς κυούσας. ταῦτ’ οὖν φησι κεφαλαλγικὰ
8. καρώδη βάρεος μέτα γινόμενα φλαῦρα. τὸ κοινὸν δὲ ἁπάντων
9. τῶν οὕτως ἐχόντων τὸ ἐπιφόρους, ὄνομα προσέῤῥιψέ
10. πως τῷ μετὰ βάρεος ἐνταῦθα, ἵνα ζητῶμεν, ἆρά γε μετὰ
11. τοῦ τὸ σύμπαν σῶμα φαίνεσθαι βαρὺ τῇ καμνούσῃ, τούτῳ
12. προσέθηκεν ἢ κεφαλαλγικὰ μετὰ τοῦ βαρύνεσθαι τὴν κεφαλὴν
13. ἢ καρώδη μετὰ βάρους. ἀλλὰ καὶ ταῦτα πάντα διεξελθών
14. τις οὐδὲν ἕξει πλέον εἰς πρόῤῥησιν, οὐδὲ κατ’ αὐτὸν
15. τὸν γράψαντα. φησὶ γοῦν ἴσως γε ταύτῃσι καὶ σπασμῶδές
16. τι παθεῖν ὀφείλει. ὅταν δ’ ἀκούσῃς ἀνθρώπου λέγοντος
17. ἴσως περὶ τῶν κατὰ μέρος, ὡς καθόλου τὴν ἀπόφασιν
18. πεποιημένου προπετῶς, γίνωσκε σαφῶς σπάνιον εἶναι τὸ
1. πρᾶγμα. λέλεκται δέ σοι πολλάκις ἐκπεπτωκέναι τὰ σπάνια
2. τῆς προῤῥητικῆς θεωρίας. ἐὰν γὰρ ὡς ἐνδεχόμενα
3. γενέσθαι λέγει τις, ἀκήκοας ἤδη πολλάκις ἐγκέφαλον παθόντα
4. ἐνδέχεσθαι σύμπτωμα πᾶν ὁτιοῦν ἀκολουθῆσαι τῶν
5. κατὰ τὰς αἰσθήσεις ἢ προαιρετικὰς κινήσεις. ἐὰν δ’ ὡς
6. πολλάκις γιγνόμενον, οὐ μόνον οὐ γίνεται πολλάκις, ἀλλ’
7. οὐδὲ ἀμφιδόξως ὃ νῦν εἶπε.

Cliquer un n° de page pour en afficher l’image