10. Τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες,
11. ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ
12. τῇ Θρασύνοντος ἀνεψιῇ.
14. Καὶ κατὰ τοῦτ’ ἄν τις οὐκ εἶναι γνήσιον Ἱπποκράτους
15. ὑπολάβοι τὸ σύγγραμμα, καθ’ ὃ ἔγραψε φάρυγγι ἰσχνῷ.
16. ταύτην γὰρ ἔχει τὴν γραφὴν τά τε παλαιὰ τῶν ἀντιγράφων
17. πάντα καὶ τὰ τῶν ἐξηγησαμένων ὑπομνήματα, πλὴν
18. εἰ καὶ τοῦ γραφέως ἐστὶν ἁμάρτημα, καθάπερ καὶ ἄλλα
1. πολλὰ κατὰ πολλὰ τῶν ἀντιγράφων εὑρίσκεται. οἵ γε μὴν
2. περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοσκουρίδην ἄντικρυς ἔγραψαν
3. τὰ ἐν φάρυγγι ἰσχνῇ. καὶ γὰρ τοῖς ἀνωτέρω πᾶσιν ὁμολογουμένη
4. ἡ γραφὴ τῆς φάρυγγος, ὡς θηλυκῶς λεγομένης.
5. εὑρίσκεται καὶ κατὰ τήνδε τὴν λέξιν φάρυγξ ἐπώδυνος ἰσχνὴ,
6. μετὰ δυσφορίης πνιγώδης. ὅτι δ’ ἀῤῥώστους θεώμενος
7. ἔγραφεν αὐτῶν τὰς συνδρομὰς, οὐκ ἐξ ὦν ἐθεάσατο τεχνώσας
8. ἑαυτὸν, οὐδ’ εἰς τὸ καθόλου τὰ κατὰ μέρος ἀνάγων,
9. εὔδηλός ἐστι κἀκ τούτου. φάρυγγος γὰρ οὐχ ἅπαξ ἐμνημόνευσε,
10. καθάπερ ἐν τῷ προγνωστικῷ ἐποίησεν ὁ Ἱπποκράτης,
11. ἅπαντα τὰ κατ’ αὐτὴν διελθὼν ἐφεξῆς οὐ πολλάκις,
12. ἄλλοτε ἐν ἄλλῳ μέρει τοῦ συγγράμματος. ὃ δ’ οὖν λέγει
13. κατὰ τὴν προκειμένην ῥῆσιν ὁ συγγραφεὺς, εἰ τῶν πολλάκις
14. εἰρημένων ἰδίᾳ μέμνησαι καὶ κατὰ ταύτην νοήσεις, ὅπως
15. ἐκ τοῦ κατὰ μέρος εὑρεθέντος ἐπὶ τὴν καθολικὴν
16. ἀπόφασιν ἐτόλμησε μεταβῆναι, μεμνημένος ὀνομαστὶ τῆς
17. Θρασύνοντος ἀνεψιῆς, ἐφ’ ἦς τὴν γεγραμμένην συνδρομὴν
18. ἐθεάσατο.