Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.107, ed. Kühn, 1829, vol. 16, p. 740-742. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.107


2. Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφ’ ἱδρῶσι φιλυπόστροφα,
3. τούτοις ἡ κρίσις ἐπιῤῥιγώσασιν. οὗτοι ἐπιῤῥιγέουσι
4. περὶ κοιλίην καύματι προκληθέντες.

6. Ταύτην τὴν ῥῆσιν ἔνιοι διαιροῦσιν εἰς δύο λόγους, ἕνα
7. μὲν τόνδε· τὰ τρομώδεα σπασμώδεα γενόμενα· καὶ μέντοι
8. καὶ ὁμολογοῦσιν αὐτοὶ κολοβὸν εἶναι τὸν λόγον τοῦτον καὶ
9. κελεύουσι προσυπακούειν αὐτῷ τι, περὶ οὗ μικρὸν ὕστερον
10. ἐρῷ. δεύτερον δὲ ἀφ’ ἑτέρας ἀρχῆς ποιοῦσι, τὰ ἐφ’ ἱδρῶσι
11. φιλυπόστροφα. τούτοις ἡ κρίσις ἐπιῤῥιγώσασιν. οἱ δέ γε
12. συνάπτοντες ἀμφοτέρους τοὺς λόγους χωρὶς τοῦ ἄρθρου
13. τοῦ τά γράφουσι, τὰ τρομώδεα σπασμώδεα γενόμενα, ἐφ’
14. ἱδρῶσι φιλυπόστροφα. τοῦτο μὲν ὅτι ψεῦδός ἐστι διὰ τῶν
15. ἐξηγητῶν κατέγνωσται, τὸ δ’ ἕτερον ὅτι κολοβόν. ἀλλὰ
16. τὸ μὲν ἐλλιπὲς τῆς λέξεως καὶ διὰ τὴν τοῦ γραφέως ἁμαρτίαν
17. δύναται γεγονέναι. τὸ δὲ ψεῦδος οὐδεμίαν ἔχει παραμυθίαν.
1. τὰ γὰρ τρομώδεα σπασμώδεα γενόμενα τοῖς ἐφ’
2. ἱδρῶσι φιλυπόστροφα γενέσθαι ψεῦδός ἐστιν, οὐ φιλυποστρόφων
3. αὐτῶν, ἀλλ’ ὀλεθρίων ὄντων. ἐάν τε ἐφιδρῶσιν
4. αὐτοῖς εἴτε καὶ μή. θεασώμεθα οὖν αὐτὰ ἃ λέγουσιν οὗτοι,
5. τὰ τρομώδεα σπασμώδεα γενόμενα, θάνατον ἐπιφέρει.
6. δύναται δὲ καὶ οὕτως τὰ τρομώδεα ἢ σπασμώδεα καθ’ ἑαυτὰ
7. κελεύοντες ἀναγινώσκειν. δύνασθαι μὲν γάρ φασι καὶ οὕτω
8. νοεῖσθαι, τὰ τρομώδεα σπασμώδεα γενόμενα θάνατον
9. ἐπιφέρει. δύνασθαι δὲ καὶ οὕτω· τὰ τρομώδεα ἢ σπασμώδεα
10. γενόμενα μοχθηρά· ἵνα τὸ μὲν πρότερον τὴν πάνυ
11. τελείαν μετάπτωσιν ἐκ τῶν τρομωδῶν εἰς τὰ σπασμώδη διδάσκῃ,
12. τὸ δὲ δεύτερον, ὅταν τοῖς τρομώδεσι πάθεσιν ἐπιγένηται
13. τὸ σπασμῶδες, ἕπεσθαι θάνατον, ἑκάτερον μὲν γὰρ
14. ὀλέθριον. ἀλλὰ τὸ μὲν πρότερον, ὡς μεταπιπτόντων τῶν
15. τρομωδῶν εἰς τὰ σπασμώδη, πρὶν ἀποθνήσκειν τὸν ἄνθρωπον,
16. τὸ δὲ δεύτερον, ὡς πάντως μὲν μετὰ τούτου γιγνομένων.
17. ὁπότε δὲ γένηται, βέβαιον θάνατον ἐπιφερόντων. ᾧ
18. δὲ ταῦτα φίλα, πάρεστιν αὐτοῖς χρῆσθαι. ἐγὼ δὲ μεταβήσομαι
1. πρὸς τοὺς ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ἅμα τῷ
2. ἄρθρῳ τὴν ῥῆσιν, τὰ ἐφ’ ἱδρῶσι φιλυπόστροφα, εἶτα διασιωπησάντων
3. ἡμῶν καὶ μετὰ ταῦτα ἀναγνόντων, τούτοις ἡ
4. κρίσις ἐπιῤῥιγώσασιν, ἵνα ὁ λόγος γένηται τοιοῦτος· τὰ
5. ἐφ’ ἱδρῶσι πεπαῦσθαι δόξαντα πάθη καὶ πάλιν ὑποστρέψαντα
6. καὶ πάλιν ἀναπυρώσαντα καὶ πάλιν ἱδρῶσι δόξαντα λυθῆναι
7. τὴν ἀληθῆ καὶ βεβαίαν ἴσχει λύσιν καὶ κρίσιν, ὅταν ἐπιῤῥιγώσωσι.
8. τὸ δ’ ἑξῆς εἰρημένον οὗτοι ἐπιῤῥιγέουσι περὶ
9. τὴν κοιλίαν καύματι προκληθέντες, ἔξει διάνοιαν τοιάνδε.
10. καῦμα κατὰ τὴν κοιλίαν προηγεῖται, μέλλοντος ἐπιγίνεσθαι
11. τοῖς προειρημένοις τοῦ ῥίγους.

Cliquer un n° de page pour en afficher l’image