Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.108, ed. Kühn, 1829, vol. 16, p. 742-746. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.108


14. Ὀσφύος πόνος καὶ κεφαλαλγικὸς καὶ καρδιαλγικὸς
15. μετὰ ἀναχρέμψεως βιαίας ἔχει τι σπασμῶδες.
16. τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

1. Ἔνιοι μὲν ὡς ἅπαξ γεγραμμένου τοῦ καί συνδέσμου
2. τὴν ῥῆσιν ἐξηγοῦνται, βουλόμενοι τὸ ἔχειν τι σπασμῶδες
3. οὐκ ἐπὶ τοῖς προειρημένοις τέσσαρσι γινόμενον, ἀλλὰ πᾶσιν
4. ἀληθῶς προλέγεσθαι. τέτταρα δὲ λέγω, τόν τε τῆς ὀσφύος
5. πόνον καὶ τὴν κεφαλαλγίαν καὶ τὴν καρδιαλγίαν καὶ τὴν
6. βιαίαν ἀνάχρεμψιν, διόπερ οὕτω γράφουσιν, ὀσφύος πόνος
7. κεφαλαλγικῷ καὶ καρδιαλγικῷ. τινὲς δὲ γράφουσι τὸν καί
8. σύνδεσμον δὶς, ὡς κἀγὼ τὴν ἀρχὴν εὐθέως ἔγραψα, διότι
9. τὰ πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει. δηλώσει δὲ πάλιν
10. ἡ διαγραφὴ τοιόνδε τι τὸ τῆς ὀσφύος ἄλγημα· ἐάν τε
11. καὶ κεφαλαλγικός τις, ἐάν τε καὶ καρδιαλγικός τις ἢ μετὰ
12. ἀναχρέμψεως βιαίας ἔχει τι σπασμῶδες. καίτοι καὶ οὕτω
13. γραφόμενον ἐνδέχεται δηλοῦν αὐτὸ, συναμφότερον γεγονέναι
14. τῷ κάμνοντι καὶ τὸν τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν.
15. ἐγὼ δ’ οὐδ’ ἐκ τῆς πείρας, ἀλλ’ οὐδ’ ἐκ τῆς τῶν
16. πραγμάτων φύσεως ἀκόλουθον τοῖς εἰρημένοις σπασμὸν
17. ἀποφήνασθαι δύναμαι. καὶ μέντοι καὶ αὐτὸς ὁ γράψας
18. ταῦτα προσέθηκεν, ἔχει τι σπασμῶδες, ὅπερ οὐ ταὐτόν ἐστι
1. τῷ φάναι σπασμώδη τὰ τοιαῦτα συμπτώματα ὑπάρχειν.
2. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ὁμοίως ἀκούειν προσήκει,
3. λέγοντος εὐλαβοῦς ἀνθρώπου τὰς τοιαύτας φωνὰς καὶ
4. τοῦ ῥᾳδίως ἀποφαινομένου περὶ τῶν κατὰ μέρος ὡς καθολικῶν.
5. ὅταν γὰρ ὁ προπετὴς ἀμφιβάλλων εἴπῃ, ἔχει τι
6. σπασμῶδες, ἐνδείκνυται σμικρὸν ἢ σπανίως γινόμενον εἶναι
7. τὸ λεγόμενον. περὶ δὲ τῆς δυνάμεως ἑκάστου τῶν εἰρημένων
8. συμπτωμάτων ἐν ταῖσδε ταῖς ῥήσεσιν ἁπάσαις, ὅσας
9. κατὰ τὸ τρίτον ὑπόμνημα τοῦτο μεταχειρίζομαι, λέλεκταί
10. μοι διὰ βραχέων μὲν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν
11. ὑπομνημάτων, κατὰ διέξοδον δὲ ἔν τε τοῖς εἰς τὸ προγνωστικὸν
12. ὑπομνήμασι καὶ μᾶλλον ἔτι κατά γε τὰ περὶ κρίσεων
13. καὶ τὰς τῶν συμπτωμάτων αἰτίας. οὐκ ὀλίγα δὲ καὶ ἐν
14. τοῖς τῶν ἐπιδημιῶν εἴρηται περὶ αὐτῶν· ἀρκέσει τοιγαροῦν
15. ἐνταῦθα μόνην τὴν λέξιν ἐξηγεῖσθαι μετὰ τοῦ προσεπιφθέγγεσθαι
16. πότερον ἀληθὲς ἢ ψευδές ἐστι τὸ λεγόμενον καὶ
17. πότερον ὡς τὸ πολὺ ἢ ἀμφίδοξον ἢ σπάνιον. ἐφεξῆς δὲ τῷ
18. ἔχει τι σπασμῶδες, γέγραπται τὸ ὑπάφωνον ὄνομα, τινῶν
1. μὲν συναπτόντων αὐτὸ τοῖς προειρημένοις, ὡς γίνεσθαι
2. τοιαύτην τὴν λέξιν, ἔχει τι σπασμῶδες ὑπάφωνον. τινῶν
3. δὲ ἀρχὴν ἡγουμένων τῆς ἐπιφερομένης ῥήσεως καὶ τούτων
4. αὐτῶν πάλιν ὑπαλλαττόντων τὴν γραφήν. ἔνιοι μὲν γὰρ
5. ἄνευ τοῦ ἄρθρου γράφουσιν, ἔνιοι δὲ προστιθέασιν ἄρθρον
6. οὐδέτερον, τοιάνδε ποιοῦντες τὴν λέξιν. τὸ ὑπάφωνον ἅμα
7. κρίσει ῥῖγος ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα καὶ οὖρα
8. λεπτά. τινὲς δὲ καὶ καθ’ ἑαυτὸ μόνον ἀναγινώσκουσι τὸ
9. ἅμα κρίσει ῥῖγος, οὔτε τοῖς προειρημένοις συντάττοντες
10. οὔτε τοῖς ἑπομένοις. ἔνιοι δὲ ὅλην ὑπαλλάξαντες τὴν λέξιν
11. οὕτως ἔγραψαν· ὑπόφοβον ἅμα κρίσει ῥῖγος. ἐφεξῆς οὖν
12. σοι τὴν ἐξήγησιν ἑκατέρων ἀκριβῶς κατὰ μόνας γράψω,
13. ἅμα κρίσει ῥῖγος. τοῦθ’, ὡς ἔφην, ἔνιοι καθ’ αὑτὸ γεγράφθαι
14. βούλονται σημαῖνον κρίσει πολλὰς γίνεσθαι σὺν ῥίγει.
15. ὑπόφοβον ἅμα κρίσει ῥῖγος, εἶπον ἤδη καὶ πρόσθεν
16. ὑπαλλάξαντας ἐνίους τὴν ὑπάφωνον γραφὴν, ὑπόφοβον
17. γράψαι, τὴν ἐξήγησιν αὐτῆς διττὴν ποιοῦντας, τινὲς μὲν
1. ἀντὶ τοῦ φοβερὸν ἅμα κρίσει ῥῖγος εἰρῆσθαι νομίζοντες,
2. ἔνιοι δὲ τὸ μετρίως φοβερὸν, ἵν’ ὅμοιον ᾖ τὸ ὑπάφωνον
3. ἅμα κρίσει ῥῖγος τῷ ὑπόφοβον. εἴη δ’ ἂν καὶ τρίτη τις
4. ἐξήγησις τῆς γραφῆς ταύτης τοιάδε. τὸ συντίθεσθαι καθ’
5. ὁντιναοῦν τρόπον ῥῖγος οὐκ ἀγαθόν ἐστιν, οἷον ἐὰν ἤτοι
6. δι’ αἱμοῤῥαγίας τις ἢ ἐμέτου ἢ γαστρὸς κενώσεως ἢ ἱδρώτων
7. ἢ αἱμοῤῥοΐδος κρινόμενος ἢ γυνὴ διὰ καταμηνίων ἐν
8. ῥίγει γένηται, τὸ μὲν προηγήσασθαι ῥῖγος ἐκκρίσεώς τινος
9. ἀγαθῆς πολλάκις φαίνεται γινόμενον. τὸ δὲ ἐκκρινόντων
10. ἤδη ῥῖγος ἄρξασθαι φαῦλον. τοῦτο δ’ ὅτι μὲν ἀληθές
11. ἐστιν οἱ πολλοὺς ἀῤῥώστους τεθεαμένοι ἐπιμελῶς γινώσκουσιν.
12. εἰ δ’ ὁ γράψας τὸ προῤῥητικὸν οὕτως ἐνόησε, μαντείας
13. δεῖται. τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ γέγραπται πρὸς ἐκείνου
14. τὸ ὑπόφοβον ἴσμεν. ἐν γοῦν τοῖς πλείστοις τῶν παλαιῶν
15. ἀντιγράφων οὐχ οὕτως γέγραπται.

Cliquer un n° de page pour en afficher l’image