2. Ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα καὶ οὖρα λεπτὰ καὶ
3. ὑδατώδεα, ὕποπτα.
5. Περὶ τούτων ἑκατέρων κατὰ μόνον ἐδίδαξεν Ἱπποκράτης
6. ἐν τῷ προγνωστικῷ, τά τε κατὰ κοιλίαν ὑπαρχόμενα
7. πελιὰ μοχθηρὰ λέγων εἶναι καὶ τὰ οὖρα τὰ λεπτὰ καὶ ὑδατώδεα.
8. νυνὶ δ’ οὕτως, ὥσπερ αὐτῷ σύνηθες, ἑτερογενῆ
9. σημεῖα συμπλέκων, οὐδὲν πλέον διδάσκει. ἐξῆν γοῦν αὐτῷ
10. καὶ τούτοις ἐπισυνάψαι περὶ πτυσμάτων πονηρῶν ἢ δυσπνοίας,
11. ἤ τινος ἄλλου τῶν φαύλων σημείων. ἔνιοι μέντοι
12. τῶν ἐξηγητῶν ταύτην τὴν ῥῆσιν ἐπισυνάπτουσι, τῷ ὑπάφωνον
13. ἅμα κρίσει ῥῖγος καὶ μίαν ὅλην ποιήσαντες ἐπὶ πᾶσι
14. τοῖς εἰρημένοις φασὶν ἀπόφασιν γεγονέναι τῷ συγγραφεῖ,
15. τὸ κατὰ τὸ τέλος εἰρημένον ὕποπτα. καὶ τούτοις μὲν γὰρ
16. τοῖς ἀπὸ κοιλίης ὑποπελίοις καὶ οὔροις λεπτοῖς ὑδατώδεσιν
17. οὐκ ἀλόγως ἐπιφέρεται τὰ ὕποπτα. τούτοις δ’ ἄν τις προσθῇ
1. καὶ τὸ ὑπάφωνον, οὐχ ὕποπτόν φησι τὴν συνδρομὴν,
2. ἀλλὰ καὶ κακὴν εἶναι σαφῶς.