Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.110, ed. Kühn, 1829, vol. 16, p. 748-750. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.110


5. Φάρυγξ τρηχυνθεῖσα ἐπ’ ὀλίγον καὶ κοιλίη διαβορβορίζουσα
6. κεναῖς ἐξαναστάσεσι καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες,
7. κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοις ὀδυνώδεες, τὰ ἐκ
8. τούτων αὐξανόμενα δύσκολα, ὕπνος πολὺς ἐν τούτοισι
9. σπασμώδης καὶ τὰ εἰς μέτωπον ἀλγήματα βαρέα καὶ οὔρησις
10. δυσκολαίνουσα.

12. Καὶ τὴν διαβορβορίζουσαν κοιλίαν κεναῖς ἐξαναστάσεσιν
13. ἔνιοί φασι φρενιτιῶν εἶναι σύμπτωμα. διττὸν γὰρ
14. ἁμαρτάνειν τρόπον αὐτοὺς, ἢ τῶν αἰσθητῶν οὐκ αἰσθανομένους,
15. καίτοι σὺν ὀδύνῃ γιγνομένων πολλάκις, ἢ τῶν μὴ αἰσθητῶν
16. αἰσθάνεσθαι δοκοῦντας. κατὰ δὴ τὸν δεύτερον
17. τρόπον φασὶν ἐξανίστασθαι μὲν ὡς δακνομένους, μὴ ἐνεργεῖν
18. δὲ, ἐπεὶ μηδὲ τὸ δάκνον ἦν τι, δάκνεσθαι γὰρ οἴονται
1. μὴ δακνόμενοι. τὸ δὲ ἐν στώμασι καὶ ἱματίοις ὀδυνώδεες
2. κατὰ τὸ σύνηθες αὐτῷ εἶδος τῆς ἑρμηνείας ἀλλοκότως εἴρηται,
3. διάνοιαν ἔχον τοιάνδε. μὴ φέροντες τὴν ψαῦσιν
4. τῶν ὑποβεβλημένων τε καὶ ὑπεστορεσμένων αὐτοῖς, ἀλλ’
5. ὀδυνώμενοι, πότερον μὲν διὰ τὸ βαρύνεσθαι ὑπὸ τῶν ἐπικειμένων,
6. σκληρὰ γὰρ εἶναι δοκεῖ, ἢ δακνώδη τὰ
7. ὑποβεβλημένα καὶ ὅσα περίκειται, δυσχεραίνουσι τοῖς ἱματίοις
8. ἢ δι’ ἄλλο τι, τοῦτο αὐτοῖς συμβαίνει παντάπασιν
9. ἄδηλον. μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων κατὰ λόγον ἐφεξῆς
10. εἰπὼν, ὕπνος πολλὰ ἐν τούτοισι σπασμώδης ἀφορμὴν παρέχει
11. ζητήσεως τοῖς σοφισταῖς, εἰ δύναταί ποτε βλάπτειν
12. ὕπνος. ἢ γὰρ ὠφελεῖν αὐτόν φασιν ἢ εἰ μηδὲν ὠφελεῖ, οὐ
13. μὴν βλάπτει ποτέ. λέλεκται δέ μοι περὶ τούτου πρόσθεν
14. ἐν τοῖς εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν. οὐ μὴν οὐδ’ εἰ
15. βλάπτει ὁ πολὺς ὕπνος, δοκεῖ σπασμῶν εἶναι ποιητικὸς,
16. ἀλλὰ μόνον ὅτι κινδυνῶδές ἐστι τὸ νόσημα δηλοῖ. τὸ δὲ
17. οὔρησις δυσκολαίνουσα θαυμαστῶς εἰς ἀσάφειαν ἐπινενόηται
1. τῷ συγγραφεῖ, ἵν’ ὁ μέν τις εἴπῃ τῶν ἐξηγητῶν τὴν
2. μετ’ ὀδύνης εἰρῆσθαι δυσκολαίνουσαν, ὁ δέ τις τὴν ἐπεχομένην,
3. ἄλλος δέ τις τὴν μόγις γινομένην καὶ τὴν συνεχῶς
4. καὶ τὴν κατὰ στραγγουρίαν, τὴν δάκνουσαν δ’ ἰσχυρῶς ἄλλος.
5. ὅταν δὲ δὴ πάντα διεξέλθωμεν, οὐδὲν ἀξιόλογον εἰς
6. πρόγνωσιν εἰσόμεθα δι’ ἥν πολλάκις εἶπον αἰτίαν, ἐπιπλέκοντος
7. αὐτοῦ πάμπολλα τῶν ἀνομοιογενῶν συμπτωμάτων.
8. ἀπόδειξις δὲ τούτου μεγίστη καὶ τὸ τῶν ἐξηγησαμένων βιβλίον,
9. ἐνίοις μὲν ἄχρι τοῦ ὕπνος πολὺς ἐπὶ τοῖς σπασμώδεσιν
10. ἐξήκειν οἴεσθαι τὴν ῥῆσιν, ἀπ’ ἄλλης ἀρχῆς κελεύοντας
11. ἀναγινώσκειν τὰ μετὰ ταῦτα, τινὰς δὲ συνάπτειν καὶ τῶν
12. συναπτόντων ἄλλους ἐπ’ ἄλλῳ μέρει τῶν ἐφεξῆς εἰρημένων,
13. ἀξιοῦν περιγράφεσθαι τὴν ῥῆσιν. ἐὰν οὖν ἅπαντα διέρχηταί
14. τις, οἶα καθ’ ἑκάστην ὑπόνοιαν ἰδίως εἰρήκασιν οἱ ἐξηγηταὶ,
15. μακρὸν μέντοι ἐργάσεται τὸν λόγον, ὀνήσει δ’ οὐδὲν
16. τοὺς ἐντυγχάνοντας.

Cliquer un n° de page pour en afficher l’image