Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.111, ed. Kühn, 1829, vol. 16, p. 751-752. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.111


2. Οὔρου ἐπίστασις καὶ οἶσι ῥίγεα ἐπὶ τούτοισι σπασμώδεσι,
3. οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.

5. Ἐὰν μεταθῶμεν τὸν καί σύνδεσμον, ὁ λόγος ἔσται σαφέστερος
6. τοιοῦτος γενόμενος, οὔρου ἐπίστασις οἷσι ῥίγεα
7. καὶ ἐπὶ τούτοισι σπασμώδεα. τὸ μὲν οὖν οἶσι ῥίγεα κἀν
8. τοῖς τῶν ἐπιδημιῶν εἴρηται κατὰ τήνδε τὴν λέξιν, πρὸ ῥίγους
9. αἱ σχέσεις τῶν οὔρων. ὅτι δέ κἀπὶ τοῖς σπασμώδεσι
10. πάθεσιν ἴσχεται τὰ οὖρα, προσέθηκεν οὗτος ἐν τῇ προκειμένῃ
11. ῥήσει. τὰ δ’ εἰρημένα ματαίως ἐνίοις τῶν ἐξηγησαμένων
12. τήνδε τὴν ῥῆσιν ἄμεινον σιωπᾷν. ἐγὼ δὲ ζήτησιν
13. εἴπω ὠφελεῖν εἰς πρόγνωσιν ἱκανήν· καὶ οὕτως φρίξασα
14. ἐφίδρωσε. καὶ ὁ Κόϊντος μὲν μόνην εἰδὼς τὴν γραφὴν
15. ταύτην, ἣν εὗρεν ἐν παλαιοῖς ἀντιγράφοις, ὥς φησιν, ὁμολογεῖ
16. μὴ νοεῖν. ἐν δὲ τοῖς πλείστοις τῶν ἀντιγράφων
17. γέγραπται καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν, ἵνα γυναικὸς
1. ὄνομα τὴν αὐτὴν φωνὴν ἀκούσωμεν, ἧς φριξάσης ἐφιδρῶσαι
2. συνέβη.

Cliquer un n° de page pour en afficher l’image