Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.114, ed. Kühn, 1829, vol. 16, p. 754-756. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.114


2. Καὶ αἱ τραχήλου καὶ αἱ μεταφρένου καταψύξιες δοκέουσαι
3. καὶ ὅλου δὲ τοῦ σώματος· ἐν τούτοισι καὶ ἀφρώδεες οὐρήσιες
4. ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαυρώσεις σπασμὸν ἐγγὺς
5. σημαίνει.

7. Ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων ἡ ῥῆσις γέγραπται
8. οὕτως, καταψύξιες δοκέουσαι, κατ’ ἔνια δὲ ἄμεινον ὡδὶ,
9. δοκέουσαι δι’ ὅλου τοῦ σώματος, ὡς ἀδύνατον ὅλον ἅμα
10. κατεψῦχθαι τὸ σῶμα καὶ διὰ τοῦτ’ αὐτὸ καλῶς προσκείμενόν
11. ἐστι τὸ δοκέουσαι. τὸ δ’ ἐφεξῆς εἰρημένον οὐ μικρὰν
12. διαφωνίαν ἔσχηκεν ἐν τῇ γραφῇ, τινῶν μὲν ἀφρώδεες
13. διαχωρήσιες γραφόντων, τινῶν δὲ πυώδεες. εὐλογώτερον δὲ
14. ὡς πρὸς τὴν ὅλην διάνοιάν ἐστι τὸ ἀφρώδεες· αἱ
15. μὲν γὰρ πυώδεις διαχωρήσεις, ἐάν γε κυρίως ἀκούσωμεν
16. καὶ μὴ καθάπερ εἴωθεν ὁ τοῦ βιβλίου συγγραφεὺς ἀκύροις
17. μεταφοραῖς ὀνομάτων χρῆσθαι, πῦον ἐπιμεμίχθαι τοῖς οὔροις
18. δηλοῦσι. πύου δὲ γένεσις οὐ μόνον οὐ δύναται σημαίνειν
1. σπασμὸν, ἀλλὰ κἂν ὑποπτευομένῳ τινὶ σπασθῆναι
2. σημεῖον ἀγαθόν ἐστι, πέττεσθαί γε δηλοῦσα τὴν νόσον. αἱ
3. δὲ ἀφρώδεες εἴτε διὰ σύντηξιν εἴτε διὰ ταραχήν τινα καὶ
4. πνεῦμα γίνοιντο φυσώδεες, ἑκατέρως ὕποπτοι πρὸς σπασμόν.
5. οὐ μὴν αἱ πυώδεις ὁμοίως ταύταις. εἰ δ’ ἀκύρως
6. πυώδεις εἴρηκε τὰς τῶν ὠμῶν καὶ παχέων οὔρων ἐκκρίσεις,
7. οὐδ’ οὕτως ὕποπτοι, οὐδὲ συντελεῖ πρὸς τὴν τοῦ σπασμοῦ
8. γένεσιν. ἡ δ’ ἀψυχία καὶ ἡ τοῦ ὄμματος ἀμαύρωσις ἀῤῥωστούσης
9. τῆς ψυχικῆς δυνάμεώς εἰσι σημεῖα. τὸν οὖν
10. σπασμὸν οὐκ αὐτὰ τὰ συμπτώματα προσγενόμενα τοῖς εἰρημένοις,
11. ἀλλ’ ἐκεῖνα μόνα δύναται δηλῶσαι. λέγω δ’ ἐκεῖνα,
12. τραχήλου καὶ μεταφρένου κατάψυξιν, ἅμα τῷ παντὶ σώματι
13. καὶ πρὸς τούτοις οὖρον ἀφρῶδες ἢ ὠμὸν καὶ ἄπεπτον. ἡ
14. δὲ τοῦ ὄμματος ἀμαύρωσις κατὰ συμβεβηκὸς ἐπιμαρτυρήσει
15. τῇ προσδοκίᾳ τοῦ σπασμοῦ, διότι τὴν ἀρχὴν τῶν νεύρων
16. πεπονθέναι σημαίνει. γνωστέον δὲ καὶ ταύτην τὴν
17. συνδρομὴν τῶν δυναμένων ἐνεργεῖν σπασμὸν, οὐ μὴν διηνεκῶς
1. ἢ ὡς τὸ πολύ. μᾶλλον δὲ ἀμφιδόξως, ἐὰν ἀφρώδη
2. γράψωμεν, οὔτε πυωδῶν γραφέντων, ἔμπαλιν, ὡς εἴρηται
3. τῆς προσδοκίας ἔσται, διὰ μέσου δ’ ἀμφοῖν ὑπνωδῶν γραφέντων.
4. ἐπὶ μᾶλλον δὲ τούτων εἰ ὠμὰ καὶ ἄπεπτα φαίνοιτο.
5. τοῖς δ’ ἀναπαυσαμένοις ἐξ αὐτῶν ἐγγὺς εἶναι τὸν
6. σπασμὸν καὶ τὸν θάνατον ἥ τ’ ἀμαύρωσις τῶν ὀφθαλμῶν
7. καὶ ἡ ἀψυχία σημαίνει. λέγει δὲ δηλονότι τὴν λειποψυχίαν.
8. Διοσκορίδης δὲ ἀντὶ τῆς ἀψυχίας ἅμα ἀποψυχῇ
9. γράφει.

Cliquer un n° de page pour en afficher l’image