12. Πήχεως ἀλγήματα μετὰ τραχήλου σπασμώδεα.
13. ἀπὸ προσώπου δὲ ταῦτα καὶ κατὰ φάρυγγα, ἦχοι συχνοὶ
14. σιελίζοντες, ἐν τούτοισιν ἐν ὕπνοις ἱδρῶτες ἀγαθοὶ. ἆρά
15. γε καὶ τοῦ ἱδρῶτος κουφίζεσθαι τοὺς πλείστους οὐ
16. πονηρόν;
1. Τὸ ἀπὸ προσώπου δὲ ταῦτα πάντες ἤκουσαν ἐν ἴσῳ
2. τῷ ἀπὸ κεφαλῆς. καὶ γὰρ πρόσθεν εἴρηκε κατ’ ἄλλην ῥῆσιν,
3. ἄλλως τε καὶ κεφαλῆς ὁρμῶντα. διὰ τί δὲ σπασμώδεα
4. λέγει ταῦτα τὰ συμπτώματα, τοῖς μεμνημένοις τῶν ἔμπροσθεν
5. εἰρημένων, οὐκ ἄδηλον. ἔνιοι μέντοι τὸ πρῶτον μέρος
6. τῆς ῥήσεως αὐτὸ καθ’ αὑτὸ γράφουσί τε καὶ ἀναγινώσκουσιν,
7. ἵν’ ὁ λόγος ᾖ τοιοῦτος, πήχεως ἀλγήματα μετὰ
8. τραχήλου σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα· μηκέτι
9. δεομένων ἡμῶν εἰς τὴν πρόγνωσιν τοῦ σπασμοῦ τῶν ἐφεξῆς
10. εἰρημένων. οὗτοι δὲ τὸν καί σύνδεσμον ἀφελόντες ἀρχὴν
11. τῶν ἐφεξῆς γεγραμμένων ταύτην ἐποιήσαντο, κατὰ
12. φάρυγγα ἦχοι συχνοί. τινὲς δὲ ἀντὶ τοῦ ἦχοι γράφουσι
13. κατὰ φάρυγγα ὄχλοι συχνοὶ, ὥσπερ ὁ Διοσκορίδης. ὁ δὲ
14. Καπίτων οὕτως ἔγραψεν· ἴσῳ καὶ κατὰ φάρυγγα ὠχροὶ
15. ἰσχνοὶ. προχείρως γὰρ, ὡς εἴρηται πολλάκις, οἱ νεώτεροι
16. ἐπὶ τὸ μεταγράφειν ἧκον, ὡς βούλονται τὰς παλαιὰς γραφὰς
17. ἐν τοῖς ἀσαφέσι βιβλίοις. ἀλλὰ ταῦτα μὲν ὅπως ἂν
1. ἔχῃ τὰ συμπτώματα μοχθηρὰ καὶ δοκεῖ τι συντελεῖν εἰς
2. τὴν τῆς προκειμένης ῥήσεως ἀλήθειαν. ἄξιον δὲ ζητήσεως
3. διὰ τί προσέθηκεν, οἱ ἐν ὕπνοις ἱδρῶτες ἐν τούτοισιν
4. ἀγαθοί. οὐδὲν γὰρ ἐξαίρετον τοῖς οὕτω νοσοῦσιν ἀπὸ τῶν
5. ἐν τοῖς ὕπνοις ἱδρώτων ὠφελούντων μόνοις. κοινὸν γάρ
6. ἐστι τὸ τῶν ὠφελίμων ἱδρώτων ἐπί τε τοῖς εἰρημένοις παθήμασι
7. καὶ τοῖς ἄλλοις ἅπασιν ἑτέρων διορισμῶν δεομένων,
8. οἶον εἰ ἐπὶ πέψει τοῦ νοσήματος, εἰ δι’ ὅλου τοῦ σώματος,
9. εἰ ἐν ἡμέραις κρισίμοις, εἰ παύσουσι τούς τε πυρετοὺς
10. καὶ τὰ συμπτώματα. τὸ δὲ ἐν ὕπνοις τοὺς ἱδρῶτας
11. ἐγρηγορόσι γίνεσθαι περιττόν. ἔνιοι μέντοι βουλόμενοι τῷ
12. λόγῳ βοηθεῖν φασὶν ἐπὶ τῶν σπωμένων ἱδρῶτας γίνεσθαι,
13. διὰ τὴν συντονίαν τοῦ παθήματος. ἐὰν οὖν ἐκλελυμένου
14. καὶ κεχαλασμένου τοῦ σώματος, ὅπερ ἐν τοῖς ὕπνοις συμβαίνει,
15. γένηται τοῦτο, κατὰ φύσιν οἰητέον ἱδροῦν αὐτούς.
16. τὸ δ’ ἐφεξῆς εἰρημένον ἔτι μείζονα τὴν ἀπορίαν ἔχει, γράψαντος
17. αὐτοῦ, ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι
18. πλείστοισιν οὐ πονηρόν; οὐδεμίαν γὰρ ἀμφιβολίαν ἔχει
1. τοῦτο, προφανῶς ὑπάρχον ἀγαθόν. εἰ δὲ μὴ, ἀλλὰ πάντως
2. γε οὐ πονηρόν.