5. Οἱ εἰς τὰ κάτω μέρη πόνοι τούτοισιν εὔφοροι.
7. Ποῖα κάτω λέγει μὴ προσθέντος αὐτοῦ συνέβη διττὴν
8. ποιήσασθαι τοὺς ἐξηγητὰς τὴν γραφὴν, ἐνίους μὲν εὔφοροι
9. γράψαντας, ἐνίους δὲ δύσφοροι. ἐὰν μὲν γὰρ εἰς τὰ
10. περὶ θώρακα καὶ στόμα γαστρὸς ἀφικνῶνται πόνοι, δυσφορίαν
11. ἐνθήσουσι μείζονα τῷ τραχήλῳ τε καὶ πήχεσιν. ἐὰν
12. δ’ εἰς τὰ σκέλη, μεγάλως ὀνήσουσιν ὅλην τὴν νοσώδη διάθεσιν.