15. Οἱ ἐν πυρετοῖσιν ἐφιδροῦντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης,
16. σπασμώδεες.
1. Ἀπὸ βραχυτάτης προσδοκίας ἐνίοτε γράφει σπασμώδεις
2. ἔσεσθαι. θεασάμενος γὰρ ἴσως ἅπαξ τινὰ τῶν οὕτως
3. ἐχόντων σπασθέντα, πολλάκις δὲ οὐκ ἰδὼν ὅλον ὀλίγου δεῖν
4. τὸ βιβλίον, εἰς παραφροσύνης καὶ σπασμοῦ πρόῤῥησιν ἀνάλωσεν.
5. ἐὰν οὖν πιστεύσας αὐτῷ τις τοὺς ἐν πυρετῷ κεφαλαλγοῦντας
6. μετ’ ἐφιδρώσεως καὶ κοιλίας ἐπεσχημένης ἀποφήνασθαι
7. τολμήσῃ, σπασθήσεται πάνυ πολλάκις ἀποτυχὼν,
8. ἅπαξ που τεύξεται.