Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.118, ed. Kühn, 1829, vol. 16, p. 760-765. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.118


11. Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα περιψύχοντα οὐκ ἀπύρως
12. φλαῦρα, τὰ ἐπὶ τούτοισι ῥίγεα κύστιν καὶ κοιλίην
13. ἐπιλαμβάνοντα ὀδυνώδεα. ἆρα τὸ κωματῶδες τούτοισιν
14. ἔχειν τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

16. Ψαθυρὰ διὰ μὲν τοῦ δ οἱ Ἀττικοὶ γράφουσι,
17. διὰ δὲ τοῦ θ ἅπαντες οἱ ἄλλοι, τὰ κρέα τὰ τοῖς
18. σκληροῖς καὶ ἰνώδεσι καὶ δυσδιαλύτοις καὶ δυσμασήτοις
1. ἐναντίως διακείμενα. μάλιστα δὲ γίνεται τοιαῦτα τὰ καλούμενα
2. πρὸς τῶν πολλῶν σαχνὰ, μίαν ἡμέραν ἢ δύο τιθέμενα
3. μετὰ τὸ σφαγῆναι τὸ ζῶον. ἕωλα δὲ εἰώθασι καλεῖν
4. αὐτὰ οἱ Ἕλληνες, ἑωλίζειν τε τὸ οὕτως προσήπειν.
5. ὅθεν καὶ σιτίον νέον ἄκρως εἴρηται τὸ ἐπὶ βραχὺ προσεωλισμένον.
6. εὔδηλον γὰρ ἐκ τοῦ μετ’ αὐτὸ ῥηθέντος ὧδε· γέρουσι
7. δὲ ἐς τέλος μεταβεβηκός. ἐγὼ μὲν οὖν ἐδήλωσα τίνα
8. λέγουσιν οἱ ἄνθρωποι ψαθυρὰ, ἐπ’ ἐδεσμάτων, οὐ διαχωρημάτων
9. ποιούμενοι τὸν λόγον. ὁ δὲ τοῦ βιβλίου συγγραφεὺς
10. αὐτὸς ἦν δίκαιον εἰπεῖν ἡμῖν τίνα λέγει διαχωρήματα
11. ὑποψάθυρα. δῆλον γὰρ ὅτι τὰ μετρίως ψαθυρὰ, πάντως
12. γὰρ ἦν ἐκείνου χρεία ἡμῖν δηλῶσαι, τίνα λέγει τὰ ὑποψάθυρα.
13. τῶν προφητῶν δ’ αὐτῶν διενεχθέντων ἀλλήλοις ἔτι
14. μείζων ἡμῖν ἀπορία γίνεται τοῖς μὴ προφήταις. ὁ μὲν γάρ
15. τις τὰ ὑγρὰ φήσει ἁπλῶς εἰρῆσθαι νῦν, ὁ δὲ τὰ ὑδατωδῶς
16. ὑγρὰ πάχος καὶ σύστασιν οὐδεμίαν ἔχοντα. τινὲς δὲ
1. τὰ οἶον ἀλιπῆ, τινὲς δὲ τὰ οἷον ἄγλισχρα, τινὲς δὲ, οὐκ
2. οἶδ’ ὅ τι δόξαν αὐτοῖς, τὰ μὴ μιγνύμενά φασιν ἑτέροις
3. ὑγροῖς, ὥσπερ τοὔλαιον, ἄλλοι δὲ τὰ ἐν ὑγρῷ διαχωρήματι
4. χολώδη καὶ ἄπεπτα συστρέμματα, τινὲς δὲ τὰ εὐδιάλυτα.
5. καθάπερ εἰ καὶ ψάμμον ὕδατι δεύσειας, εἶτα σφίγξειας τοῖς
6. δακτύλοις καταθεὶς, διαλυθεῖσαν εἴποις, καὶ δοκοῦσιν οὗτοι
7. πιθανώτεροι τῶν ἄλλων εἶναι. τὰ δ’ αὐτὰ λέγουσιν αὐτοῖς
8. δυνάμει καὶ οἱ τὰ μὴ γλίσχρα φάντες, ἅπερ εἴποι τις ἐν
9. μιᾷ συνθέτῳ φωνῇ οἷον ἄγλισχρα. εἰ γὰρ ἀπὸ τῶν ψαθυρῶν
10. ἐδεσμάτων ἐπὶ διαχωρήματα μεταφέρειν χρὴ τὴν
11. ὁμοιότητα, πιθανώτερον ἂν εἴη λέγειν ψαθυρὰ, τὰ εὐδιάλυτα
12. καὶ μηδεμίαν ἕνωσιν ἔχοντα δύσλυτον. ἀλλὰ τά γε
13. τοιαῦτα διαχωρήματα γένοιτ’ ἂν καὶ ἀπ’ ἐδεσμάτων, ψαθυρὰν
14. καὶ εὐδιάλυτον ἐχόντων τὴν οὐσίαν. εἶδον οὖν ἐγὼ
15. ἐν ἀγρῷ παιδία κηπουροῦ, σίτου μὴ εὐποροῦντα, ἀπίων δ’
16. εὐποροῦντα, ἐκ τῆς ἐκείνων ἐδωδῆς τοιαῦτα διαχωροῦντα·
17. οἷα τὴν κέγχρον καὶ τὸν ἔλυμον ἐσθίοντες ἢ τοὺς κριθίνους
18. ἄρτους, ὅμοια τούτοις ἀποπατοῦσιν. εἰ δ’ ἄρτους τις ἐκ
1. πυρῶν ἐσθίων, τοιαῦτα διαχωρήσειεν, ὑπονοήσειν χρὴ λεπτὴν
2. καὶ διαλυτικὴν ὑγρότητα μεμίχθαι τοῖς ἀποπατήμασιν
3. αὐτοῦ, κωλύουσαν ἀλλήλοις ἑνοῦσθαι. Διοσκορίδης δὲ ὥσπερ
4. ἄλλα πολλὰ προχείρως ἐν τοῖς ἀσαφέσι βιβλίοις ὑπήλλαξεν,
5. οὕτω καὶ τὰ ὑποψάθυρα μεταγράψας ἐποίησεν ὑποψέφαρα
6. καί φησιν αὐτὸς οὕτως ὠνομάσθαι τὰ ὑπομελανίζοντα. τὸ
7. γὰρ σκότος ψέφας εἰρῆσθαι καὶ παρὰ Πινδάρῳ. μετὰ δὲ
8. τὴν τῶν ψαθυρῶν μαντείαν ἢ εἰκασίαν ἢ προπέτειαν,
9. ὅ τι γὰρ ἄν τις ἐν τοῖς τοιούτοις ὡς βεβαίως
10. ἐγνωκὼς ἀποφαίνηται προπετές ἐστιν, ἐπὶ τὰς ἑξῆς ἴωμεν
11. λέξεις, ἐν αἷς ἐστι πρώτη περιψύχοντα οὐκ ἀπύρως. ὅπερ
12. αὖ καὶ αὐτὸ βεβαίως γνῶναί τι βούλεται, προπετοῦς ἐστιν
13. ἀνθρώπου. στοχαζόμενοι δὲ, ὥσπερ ἐπὶ πολλῶν ἄλλων
14. ἐποιήσαμεν ἐν τῷδε τῷ βιβλίῳ καὶ περὶ τούτου φήσομεν
15. εἰρῆσθαι περιψύχοντα μὴ ἀπύρως, τὰ κατὰ μὲν τὴν ἐκτὸς
16. ἐπιφάνειαν περιψύχοντα, διὰ βάθους δὲ τοῦ σώματος αἴσθησιν
17. ἔχοντα πυρώδους θερμασίας. ταῦτ’ οὖν φησιν εἶναι
18. φαῦλα. τίς δ’ οὐκ οἶδεν ὅτι περιψυχόμενος μέν τις
1. τὸ δέρμα πυρώσεως δ’ αἰσθανόμενος ἐν τῷ βάθει
2. φαύλως ἔχει καὶ χωρὶς τοῦ ζητῆσαι ἡμᾶς εἰ διεχώρησεν
3. ὑποψάθυρα. τοῖς γὰρ ἐν τῷ προγνωστικῷ γεγραμμένοις
4. ἀρκούμενοι πρὸς διάγνωσιν ἀγαθῶν τε καὶ κακῶν διαχωρημάτων
5. οὐ σφαλησόμεθα. τούτοις δ’ ἐφεξῆς γέγραπται
6. κατὰ τὴν προκειμένην ῥῆσιν ὧδε. τὰ ἐπὶ τούτοις ῥίγεα
7. κύστιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυνώδεα. ζητεῖν οὖν
8. πάλιν ἐνταῦθα ἡμᾶς ὁ συγγραφεὺς βούλεται τί σημαίνει τὸ
9. ἐπιλαμβάνοντα. διὰ μὲν γὰρ τῶν ἔμπροσθεν ἀπολήψεις
10. τὰς ἐπισχέσεις ὠνόμασε, νυνὶ δὲ τὰ ἐπιλαμβάνοντα γράψας
11. ἐνίοις μὲν ἐπὶ τούτου φέρειν δοκεῖ τοὔνομα τὸ ἐπιλαμβάνοντα
12. ταῖς ἀπολήψεσιν, ἐνίοις δὲ τὸ οἷον ἐπὶ πλέον
13. ἐκτεινόμενα δηλοῦν. τὸ δὲ γε ὀδυνώδεα προσκείμενον ἱκανὸν
14. ἐνδείξασθαι κάμνωσίν τινα δηλοῦσθαι διὰ τῆς ἐπιλαμβάνοντα
15. φωνῆς. ἐπὶ οὖν μὲν τῶν ἄλλων συγγραμμάτων
16. τὰ πλεῖστα τῶν ἀπορουμένων ἐκ τῶν ἐπιφερομένων γινώσκεται.
17. κατὰ δὲ τὸ βιβλίον τοῦτο μεῖζον ἀεὶ τοῦ πρόσθεν
1. ἐπιφέρεται ζήτημα, καθάπερ καὶ νῦν εἰπόντος αὐτοῦ, ἆρα
2. τὸ κωματῶδες; ἤτοι γὰρ τοιοῦτόν ἐστιν ὅ φησιν ἐν τούτοις
3. τοῖς εἰρημένοις ἢ ἅπασί τε καὶ τοῖς ὑστέροις. καὶ γὰρ καὶ
4. τοῦτο δῆλον, τὶ κωματῶδες πάθημα συνυπάρχον τι ἔχειν
5. καὶ σπασμῶδες, ὡς ἐν ᾧ μὲν αὐτὸ καὶ συνυπῆρξεν, ὅτι τοῖς
6. εἰρημένοις ἕπεται τὸ κωματῶδες. ἀλλ’ οὐδέτερον τούτων
7. οὔτ’ ἀναγκαῖόν ἐστιν οὔθ’ ὡς ἐπὶ πολύ. καὶ μέντοι καὶ
8. αὐτὸς ὁμολογεῖ. προσέθηκε γὰρ τὸν ἀπορητικὸν ἆρα σύνδεσμον,
9. οὔτ’ ἐπιπεφώνηκεν αὐτῷ τὸ οὐκ ἂν θαυμάσαιμι.
10. γέγραπται γὰρ οὕτως ἐν τοῖς πλείστοις καὶ ἀξιοπίστοις ἀντιγράφοις,
11. ὥσπερ οὖν καὶ κατ’ ἄλλα τινὰ, μηδ’ ὅλως γεγραμμένον
12. εὑρίσκεται.

Cliquer un n° de page pour en afficher l’image