15. Τὰ ἐν ὀξέσι ἐμετωδέως ἑλκόμενα φλαῦρα καὶ αἱ λευκαὶ
16. διαχωρήσιες δύσκολοι. ἄγλισχρα ἐκ τούτων διεξελθόντα
17. ἐξίστανται καύματι πολλῷ, οἱ ἐκ τούτων κωματώδεες
1. νωθροὶ ἀπογίνονται· τὰ ἐκ τοιούτων μακροτέρως ἐπινοσέει.
2. ἆρα περὶ κρίσιν οὗτοι ξηρώδεες δύσπνοοι;
4. Τὰ ἐν ὀξέσι, φησὶν, ἐμετωδῶς ἑλκόμενα φλαῦρα. τοιοῦτον
5. δέ τι καὶ πρόσθεν ἐγέγραπτο καὶ ἡμεῖς ἐπὶ τῶν ὁμοίων
6. λέγειν ἀναγκαζόμεθα. προσθήσω δὲ νῦν κἀκεῖνο πρότερον
7. οὐκ εἰρημένον, ἡνίκα ἔφασκον ἀποτρίψασθαι τὰ λυποῦντα
8. τῆς γαστρὸς ὁρμώσης γίγνεσθαι τὴν ναυτίαν. τινὲς δὲ
9. καὶ διὰ φλεγμονὴν αὐτῆς εἰρήκασι ναυτιώδη γίγνεσθαι διάθεσιν,
10. ὅπερ ἐμπεριέχεται τῷ πρόσθεν εἰρημένῳ λόγῳ τῷ
11. καθόλου. φλεγμονὴ γὰρ εἰ κατὰ τὸν ἑαυτῆς λόγον ἐποίει
12. ναυτίαν, οὐκ ἂν εὑρίσκετό ποτε φλεγμαίνουσα χωρὶς ναυτίας.
13. συμπίπτει δὲ αὐτῇ τὸ σύμπτωμα τοῦτο φλεγμαινούσῃ
14. ποτὲ κατὰ διττὸν τρόπον, ἕνα μὲν ὅταν ἀποῤῥέοντές τινες
15. ἰχῶρες ἐκ τῶν φλεγμαινόντων μορίων εἰς τὴν ἐντὸς εὐρυχωρίαν
16. ἀθροιζόμενοί τε κατ’ αὐτὸ τὸ χωρίον ἀνιῶσιν αὐτῆς
17. τὸ στόμα, καθ’ ἕτερον δ’, ὅταν ἐπίμικτος ἡ διάθεσις
1. γίνηται, δυοῖν ἀλλήλαις ἐπιπλεκομένων διαθέσεων, ἐν ἑκατέρᾳ
2. κατὰ μόνας γίνεται. τῆς οὖν τὸ ναυτιῶδες σύμπτωμα ποιούσης
3. διαθέσεως ἐπιπλακείσης τῇ φλεγμονῇ διὰ τὴν ἑτέραν
4. αὐτῶν οἱ κάμνοντες γίνονται ναυτιώδεις, οὐ διὰ τὴν φλεγμονήν.
5. συμβαίνει δ’ ἐνίοτε μὲν ἐπὶ μετρίαις ναυτίαις
6. ἔμετον αὐτίκα συμπίπτειν, ἐνίοτε δὲ συνταράττεσθαι
7. μὲν ἐπὶ πλεῖστόν τε καὶ πυκνὸν, ἐμεῖν δ’ ἤτοι μηδὲν ἢ
8. παντάπασιν ὀλίγον, ὅπερ ἐστὶν εἰκάσαι τὸ ἐμετωδῶς ἑλκόμενα
9. δηλοῦν, ὅπερ εἴρηται κατὰ τὴν προκειμένην ῥῆσιν ἐν
10. ἀρχῇ. μοχθηρὸν δ’ ἐστὶν οὐχ ὡς σημεῖον μόνον, ἀλλὰ καὶ
11. ὡς αἴτιον τὸ τοιοῦτον σύμπτωμα. καθ’ ὅσον μὲν γὰρ ἐνδείκνυται
12. κακοχυμίαν δυσέκκριτον ἐν τῷ στόματι τῆς κοιλίης
13. περιέχεσθαι, κατὰ τοῦτο σημεῖόν ἐστι μοχθηρόν. ὅτι δὲ
14. συνεχέσι σπαραγμοῖς ἀνιᾷ τὴν γαστέρα, κατὰ τοῦτο πάλιν
15. ὡς αἴτιον αὐτῆς γενήσεται, τῆς μὲν οὐκ οὔσης φλεγμονῆς
16. ὡς γενέσθαι νῦν, τῆς δ’ ἔμπροσθεν οὔσης ὡς αὐξηθῆναι.
17. ἀλλὰ καὶ αἱ λευκαὶ διαχωρήσεις, φησὶ, δύσκολοι. τοῦτο δ’
1. ἔνιοι μὲν ἀπὸ τοῦ προειρημένου χωρίζουσιν, ἔνιοι δ’ ἐκείνῳ
2. συνάπτουσιν. εἰρήκαμεν δὲ ὅπερ ἐπὶ τῶν προειρημένων διὰ
3. τῶν ἔμπροσθεν αὐτὸ καὶ περὶ τούτων. λευκαὶ γὰρ αἱ διαχωρήσεις
4. γίνονται, μὴ καταῤῥεούσης ἐξ ἥπατος εἰς τὴν
5. γαστέρα χολῆς. ἀλλὰ τοῦτό γε καὶ καθ’ ἑαυτὸ δύναται καὶ
6. μετὰ τοῦ προειρημένου συστῆναι. διὰ μέντοι τὸ μιγνύειν
7. αὐτὸν ἀλλήλοις πολλὰ τῶν ἑτερογενῶν, ἔξεστι τοῖς ἀναγινώσκουσι
8. συνάπτειν αὐτὰ καὶ χωρίζειν ἀπ’ ἀλλήλων. ἀλλὰ τό
9. γ ἐφεξῆς τοῖς λευκοῖς διαχωρήμασι γεγραμμένον, ἄγλισχρα
10. ἐκ τούτων διεξελθόντα ἐξίστανται καύματι πολλῷ, τῶν ἅπαξ
11. ἴσως ἢ δὶς ἑωραμένων ἐστὶν αὐτῷ, μηδεμίαν ἀναγκαίαν
12. ἔχοντα τῆς ἀκολουθίας αἰτίαν, ἀλλ’ ὡς εἴρηται πολλάκις
13. ἤδη, γίνεσθαι δυνάμενα, ποτὲ μὲν τῷ μεθίστασθαι τοὺς
14. λυποῦντας χυμοὺς, ποτὲ δὲ τῷ μερίζεσθαι, ποτὲ δὲ τῷ
15. πλείονας ἐπιλαμβάνειν τόπους, αὐξανομένης τῆς διαθέσεως.
16. ἔτι δὲ μᾶλλον οὐδὲ κωματώδεις αὐτοὺς γενέσθαι τῶν ἀναγκαίων
17. ἐστὶν, ἀλλὰ τῶν ἐνδεχομένων. τοῦτο δὲ καὶ αὐτὸς
18. ὡμολόγησεν εἰπὼν, ἆρά γε ἐκ τοιούτων κωματώδεες; ἐφάνη
1. γοῦν αὐτὸ διὰ τῶν ἔμπροσθεν ἀεὶ προσγράφων, ἐφ’ ὧν οὐδ’
2. αὐτὸς ἀποφήνασθαί τι τολμᾷ. καὶ μέντοι καὶ τἄλλα τὰ
3. ἐφεξῆς ἄχρι τέλους τῆς ῥήσεως ὁμοίως ἔχει τὴν ἀτοπίαν,
4. ὡς ἴσως ἐχρῆν ἡμᾶς ἤδη πεπαῦσθαι τῆς ἐξηγήσεως τῶν
5. ὑπολοίπων ἐν τῷ βιβλίῳ ῥήσεων. τοῖς μὲν γὰρ ἀκριβῶς
6. ἐκμεμαθηκόσι τίνα τε ἐν τοῖς Ἱπποκράτους γέγραπται βιβλίοις,
7. ὅσα τε κατὰ τὰς ἐξηγήσεις αὐτῶν ὑπ’ ἐμοῦ λέλεκται,
8. γινώσκειν ὑπάρχει τίνα μέντοι τῶν σημείων ἔγραψεν, ἵνα
9. ἔχῃ τὴν προγνωστικὴν ὡσαύτως ἔχουσαν ἀεὶ, τίνα δ’ ὡς
10. τὸ πολὺ, τίνα δ’ ἀμφίβολον ἢ σπάνιον, ἔτι τε τὰς ἐν τούτοις
11. αὐτοῖς, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφορὰς, ὥστ’
12. οὐδὲν ἐμοῦ πρὸς τὰ παρόντα δέονται. τοῖς δὲ πρὶν ἐκεῖνα
13. μαθεῖν ἐπὶ ταῦτα ἐλθοῦσι μακροῦ πάνυ λόγου καθ’ ἕκαστον
14. αὐτῶν ἐστι χρεία, ὥστε μὴ τριῶν, ἀλλὰ τριάκοντα
15. δεηθῆναι βιβλίων. ἐγὼ μὲν οὖν τὰς ἐν τοῖς πιστοῖς τῶν
16. ἀντιγράφων ὁμολογουμένας γραφὰς ἐν τῇ προκειμένῃ ῥήσει
17. διῆλθον. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ γραφαὶ, ἄλλαι ἄλλως
1. ὡς ἂν ἐθελήσωσιν, ἀλλ’ εἰς ἄπειρον, ὡς ἔφην, μῆκος ἐκπεσεῖν
2. ἀναγκασθήσομαι πασῶν μνημονεύων.