Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.120, ed. Kühn, 1829, vol. 16, p. 770-772. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.120


5. Τὰ ἐξ ὀσφύος εἰς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα
6. καὶ παραλύσαντα, παραπληκτικὸν τρόπον σπασμώδεα
7. παρακρουστικὰ, ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ;
8. ἐκ τῶν τοιούτων ποικίλως διανοσέουσι καὶ διὰ τῶν
9. αὐτῶν ἰόντες.

11. Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἄδηλόν ἐστιν
12. ὅπως ἀναγινώσκειν ἡμᾶς ὁ γράψας ἠβουλήθη, πότερον ἐφεξῆς
13. ἅπαντα συνάπτοντας τὰ συμπτώματα, κἄπειτα ἐπ’ αὐτοῖς
14. λέγοντας, ἆρά γε καὶ τὰ τοιαῦτα λύεται σπασμῷ ἢ
15. μέχρι τοῦ παραλύσαντα παραπληκτικὸν τρόπον ἐφεξῆς ἀναγνῶναι,
16. εἶτα διασιωπήσαντας, πάλιν ἐφεξῆς εἰπεῖν, σπασμώδεα
17. παρακρουστικά. τινὲς μὲν γὰρ οὕτως, τινὲς δ’
18. ἐκείνως ἀνέγνωσαν. ἐφεξῆς γάρ φησιν, ἆρά γε καὶ τὰ τοιαῦτα
1. λύεται σπασμῷ; τὸ μὲν οὖν τὰ σπασμώδη λύεσθαι σπασμῷ
2. τῶν ἀτόπων ἐστὶ, τὰ δὲ προειρημένα λύεσθαι σπασμῷ
3. πιθανώτερον ἄν τις ἀκούσειεν. ἔστι δὲ τὰ προειρημένα
4. ταυτὶ τὰ ἐξ ὀσφύος εἰς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα,
5. παραλύσαντα παραπληκτικὸν τρόπον, ὕστερον γενέσθαι σπασμώδη
6. καὶ γενόμενα τοιαῦτα λῦσαι τὴν παραπληγίαν. ταῦτα
7. γὰρ ἔχειν τινὰ νοῦν φαίνεται, διὰ τὸ τὴν παραπληγίαν
8. τοιοῦτον πάθος ὑπάρχειν ἑνὸς μορίου τοῦ σώματος, ὁποῖόν
9. ἐστιν ἡ παραπληξία τοῦ παντός. τούτῳ γ’ ἐναντιώτατον
10. εἶναι κατά γε τὴν κίνησιν αὐτὴν πάθημα τὸν σπασμόν.
11. ἀκίνητα γὰρ ἐργαζομένης τὰ πεπονθότα μόρια τῆς παραπληγίας,
12. ὁ σπασμὸς εἰς κίνησιν ἄγων σφοδροτέραν τοῦ κατὰ
13. φύσιν, ὡς διασείεσθαι αὐτὰ βιαίως, εἰ ἔμφραξις ἢ σφήνωσις
14. ὑγρῶν ἢ παχέων ἢ γλίσχρων ἐν τοῖς νεύροις εἴη, κατὰ
15. τοῦτο δόξειεν ὠφελεῖν τὴν παραπληγίαν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ
16. τῆς ῥήσεως εἰρημένον· ἐκ τῶν τοιούτων ποικίλως
17. διανοσέουσι καὶ διὰ τῶν αὐτῶν ἰόντες, θεάσασθαί μοι δοκεῖ
18. γεγονὸς ἐπί τινος. εἶδον οὖν ἅπαξ κἀγὼ παραπλησίως
1. τινὰ διατεθέντα καὶ μετάπτωσιν ἔχοντα ποικίλως ἄλληλα
2. διαδεχομένων τῶν συμπτωμάτων, ἐγένετο δὲ κἀκείνῳ ταῦτα,
3. προηγησαμένων ἀλγημάτων ὀσφύος καὶ τραχήλου καὶ κεφαλῆς,
4. ἐφ’ οἷς ἡ χεὶρ ὅλη δυσαίσθητός τε καὶ δυσκίνητος ἦν,
5. ὥσπερ γε καὶ κατὰ ταύτην τὴν ῥῆσιν εἴρηται παραπληκτικὸν
6. τρόπον, οὐκ οὔσης ἀκριβοῦς παραπληγίας, εἶτα σπασμὸς
7. ἐπιγενόμενος αἰσθητικωτέραν τε καὶ πρὸς τὰς κινήσεις
8. ἑτοιμοτέραν αὐτὴν εἰργάσατο. παυσαμένου δὲ τοῦ
9. σπασμοῦ κατὰ βραχὺ πάλιν ἐγένετο χείρων, εἶτα καὶ τὰ
10. κατ’ ὀσφὺν καὶ τράχηλον καὶ κεφαλὴν αὖθις ἀλγήσας, ἀθρόαν
11. ἔσχεν αὔξησιν τῆς κατὰ τὴν χεῖρα παραπληγίας, εἶτ’ αὖθις
12. σπασμὸν εἶχε πάλιν οὐ σμικρόν.

Cliquer un n° de page pour en afficher l’image