15. Οἱ ἐν ὑστερικαῖς ἀπύρως σπασμοὶ εὐχερεῖς, οἷον καὶ
16. Δορκάδι.
1. Κἀνταῦθα τὸ γινωσκόμενον ἡμῖν ἐφαρμόζομεν τῇ ῥήσει
2. μηδὲν ἀπ’ αὐτῆς διδασκόμενοι. τὸ γὰρ εὐχερὲς ὄνομα τῶν
3. ἀμφιβόλων ἐστὶν ὅσον ἐφ’ ἑαυτῷ. δύναται γοῦν τις ἀκούειν
4. ἐξ αὐτοῦ καὶ τὸ εὔλογον τῆς γενέσεως τῶν ἐπὶ ὑστερικοῖς
5. παθήμασι γινομένων σπασμῶν. δύναται δὲ καὶ τὸ ἀκίνδυνον
6. αὐτῶν εἰρῆσθαι, ὥστε αὐτὴ μὲν ἡ ῥῆσις οὐδὲν διδάσκει,
7. καθάπερ οὐδ’ ἄλλος τις λόγος ἀμφίβολος. οἱ φθάνοντες
8. δ’ ἐπίστασθαι τὴν ἐν τοῖς λεγομένοις πράγμασιν
9. ἀλήθειαν, ἐφαρμόττουσιν ἑνὶ μέρει τῆς ἀμφιβολίας, ἐνίοτε
10. δὲ καὶ δυσὶν, ὥσπερ καὶ νῦν ἀναγινώσκουσιν οὗτοι. ταῖς
11. γὰρ ὀνομαζομέναις ὑστερικαῖς γυναιξὶν, αἳ ταῖς ὑστερικαῖς
12. πνίξεσιν ἁλίσκονται καὶ γίνονται συνεχεῖς ὅλου τοῦ
13. σώματος συνολκαὶ σπασμώδεις καὶ οὐχ ὁμοίως ἔχουσι τοῖς
14. ἄλλοις σπασμοῖς κίνδυνον. ἐπεὶ δὲ καὶ ταῖς μεγάλαις τῆς
15. μήτρας φλεγμοναῖς ἐνίοτε σπασμοὶ συνεδρεύουσι, τούτων
16. ἀφώρισε τοὺς νῦν εἰρημένους, προσθεὶς τῇ ῥήσει τὸ ἀπύρως,
17. ὅπερ ἐστὶ χωρὶς πυρετοῦ. πρόδηλον γὰρ ὅτι ταῖς
18. φλεγμοναῖς τῆς μήτρας μεγάλαις ἕπονται πυρετοὶ, ἀλλ’ οὐδὲ
1. γίνονται πολλάκις, ἐπὶ φλεγμονῇ μήτρας οἱ σπασμοὶ γενόμενοι
2. κινδυνώδεις εἰσὶ.