Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.122, ed. Kühn, 1829, vol. 16, p. 774-775. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.122


5. Κύστις ἀποληφθεῖσα ἄλλως τε καὶ μετὰ κεφαλαλγίης ἔχει
6. τι σπασμῶδες. τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα δύσκολα,
7. οὐ μὴν ὀλέθρια. ἆρά γε καὶ παρακρουστικὸν τὸ
8. τοιοῦτον;

10. Ἀπόληψιν οὔρων ὥσπερ καὶ διαχωρημάτων εἴωθεν
11. ἀντὶ τῆς ἐπισχέσεως ὀνομάζειν. ἔχειν οὖν φησί τι σπασμῶδες
12. αὐτὴν ἐν ἴσῳ τῷ δύνασθαι σπασμόν ποτε ἐργάσασθαι
13. καὶ μάλισθ’ ὅταν ἄλγημα προσγένηται κεφαλῇ, δηλοῖ
14. γὰρ ἐν συμπαθείᾳ τῆς κύστεως τὴν τῶν νεύρων ἀρχὴν
15. γεγονέναι. τὸ δ’ ἐπιφερόμενον τούτῳ κατὰ τὴν ῥῆσιν, ἐν
16. ᾧ τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα γέγραπται, διττῶς
17. ἐξηγήσαντο. τινὲς μὲν ἐπ’ αὐτῶν τῶν οὔρων εἰρῆσθαι φάσκοντες,
18. ὡς εἰ ἐκ τῆς ἐπισχέσεως ναρκωδῶς ἐκκριθῇ. βούλονται
1. γὰρ ἀντὶ τοῦ ἐκκρινόμενα ἐκλυόμενα λελέχθαι, τινὲς
2. δὲ ἐπὶ μορίων τοῦ σώματος ἤκουσαν φάναι ἐκλύεσθα, τινὲς
3. δ’ ἐφ’ ὅλου τοῦ σώματος, ἵνα φήσωμεν αὐτὸ κατὰ μὲν τὴν
4. αἴσθησιν ναρκῶδες, κατὰ δὲ τὴν προαιρετικὴν κίνησιν ἔκλυτον
5. γεγονέναι. ταῦτ’ οὖν βούλονται δύσκολα μὲν ἐν ἴσῳ
6. τῷ ἀκίνδυνα λελέχθαι, οὐ μὴν ὀλέθριά γε. εἰ δὲ κατὰ τὴν
7. τελευτὴν τῆς ῥήσεως ἀπορώτερον ἀποφαίνεται, παρακρουστικὸν
8. εἶναι τὸ τοιοῦτον ἢ μὴ, πολλάκις μεμαθήκαμεν αὐτοῦ
9. τὴν γνώμην ἐν οἶς ἀπορεῖ.

Cliquer un n° de page pour en afficher l’image